108
ὅρος τε ἅπαξ ὑπὸ τοῦ θεοῦ καὶ ἀπόφασις ἐξενήνεκται περὶ τοῦ πεσόντος αὐτῶν οἴκου τοῦ ἐν Ἱερουσαλήμ, καὶ κατὰ παντὸς αὐτῶν τοῦ συστήματος, ὡς μηκέτ' ἀναστησομένων τῷ μηδὲ παρεῖναι τὸν ἀνιστῶντα αὐτούς. «οὐκ ἔστιν» γοῦν, φησίν, «ὁ ἀνιστῶν αὐτήν». 4.16.34 ἐπεὶ γὰρ ἐλθόντα τὸν Χριστὸν τοῦ θεοῦ οὐ προσήκαντο, εἰκότως αὐτοὺς καταλιπὼν ἐπὶ πάντα μετέστησε τὰ ἔθνη, τὸ αἴτιον τῆς μεταπτώσεως διδάξας, δι' ὧν ἀποκλαυσάμενος μονονουχὶ ἀπελογήσατο, εἰπών· «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· πολλάκις γὰρ ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». Ἀπὸ τοῦ Ἀμβακούμ. «Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦσῶσαι τοὺς χριστούς σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον.» 4.16.35 Ἀκύλας· «ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, εἰς σωτηρίαν σου σὺν χριστῷ σου». ἐπειδὴ ὁ Ἀκύλας ἀντὶ τοῦ πληθυντικοῦ ἑνικῶς ἐξέδωκεν, σὺν χριστῷ φήσας τὴν σωτηρίαν τῷ λαῷ πεποιῆσθαι τὸν τῶν ὅλων θεόν, εἰκότως παρεθέμεθα τὴν λέξιν, σαφῶς τῷ προβλήματι παρισταμένην. 4.16.36 εἶεν δ' ἂν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν πλείους οἱ ἐξ αὐτοῦ καὶ δι' αὐτὸν χριστοὶ χρηματίζοντες, περὶ ὧν εἴρηται «μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε», οἵ τε εἰς αὐτὸν πεπιστευκότες καὶ τοῦ ἁγίου τῆς ἐν τῷ Χριστῷ παλιγγενεσίας χρίσματος κατηξιωμένοι, καὶ οἱ δυνάμενοι λέγειν ὁμοίως τῷ ἱερῷ ἀποστόλῳ· «μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν». Ἀπὸ τῶν Ἱερεμίου θρήνων. «Πνεῦμα προ προσώπου ὑμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν». 4.16.37 Οἱ θεσπέσιοι τοῦ θεοῦ προφῆται τὸ μέλλον θείῳ πνεύματι συνορῶντες, ζήσεσθαι μὲν ἑαυτούς, καὶ τοὺς ἑαυτῶν λόγους ὡς ἂν ζώντων ἐνεργήσειν «ἐν τοῖς ἔθνεσιν», ἀλλ' οὐκ ἐν τῷ Ἰσραήλ, ἐθέσπιζον, τὸν χριστὸν πάλιν ὀνομαστί, ὡς ἂν αὐτὸν ὄντα τὸν Χριστόν, παρ' οὗ καὶ τὸ προφητικὸν αὐτοῖς κεχορήγητο πνεῦμα, συλληφθήσεσθαι ἔφασκον «ἐν ταῖς διαφθοραῖς αὐτῶν». 4.16.38 τίνων ἢ δηλονότι τῶν ἐκ περιτομῆς ἐπιβουλευόντων αὐτῷ; τήρει δὲ κἀνταῦθα ὅπως ὁ λόγος τὸν Χριστὸν προαγορεύει συλληφθήσεσθαι, ὅπερ οὐκ ἂν ἐφαρμόσαι τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ, ἣν ἔνδοξον ἔσεσθαι καὶ μετὰ βασιλείας ἐνθέου προκηρύττουσιν οἱ προφητικοὶ λόγοι. διόπερ εἰκὸς ἐκ περιτομῆς ἀποσφάλλεσθαι, τὰ περὶ τῆς δευτέρας ἐπιφανείας αὐτοῦ ὡς ἐπὶ πρώτης ἀφίξεως ἐκλαμβάνοντας, οὐδαμῶς τοῦτο συγχωροῦντος τοῦ λόγου· 4.16.39 ἐπεὶ μὴ οἷόν τέ ἐστιν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἔνδοξον αὐτὸν καὶ ἄδοξον ὑποτίθεσθαι, καὶ ἔντιμον καὶ βασιλέα καὶ πάλιν οὐκ ἔχοντα «εἶδος οὐδὲ κάλλος» ἀλλ' «ἄτιμον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», καὶ αὖθις σωτῆρα καὶ λυτρωτὴν τοῦ Ἰσραὴλ καὶ πάλιν ἐπιβουλευόμενον πρὸς αὐτῶν καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον» ἀπό τε τῶν ἀνομιῶν αὐτῶν εἰς θάνατον παραδιδόμενον. 4.16.40 εὖ δὲ καθ' ἡμᾶς, ὡς ἡ τῶν πραγμάτων ὄψις ἐπιδείκνυσιν, εἰς δύο τρόπους τῶν περὶ τοῦ Χριστοῦ προρρήσεων διαιρουμένων, τὰ μὲν ἀνθρωπινώτερα καὶ σκυθρωπὰ κατὰ τὴν προτέραν ἄφιξιν αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖται, τὰ δ' ἐνδοξότερα καὶ θειότερα εἰσέτι νῦν προσδοκᾶται κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν. 4.16.41 ἀπόδειξις δὲ τῆς προτέρας ἐναργὴς ἡ ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς ἔργον χωρήσασα δι' αὐτοῦ θεογνωσία, ἣν διαφόρως μυρίαι θεσπίζουσιν προφητικαὶ φωναί, ὥσπερ οὖν καὶ ἡ παροῦσα, δι' ἧς εἴρηται «οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν». Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν. «Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.» 4.16.42 Τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν αὖθις ὀνομαστὶ τοῦ Χριστοῦ, ᾗ καὶ θεοῦ λόγος ἐπινοεῖται, τήν τε ἐξάκουστον βροντῆς δίκην εἰς ἅπαντας διδασκαλίαν αὐτοῦ καὶ