108
οὐκοῦν εἰ ψιλῷ παραμένει τῷ γράμματι καὶ κατὰ τοῦτο τὸ μέρος ἰουδαΐζει τῇ γνώμῃ καὶ οὔπω πεπαίδευται ὅτι οὐχὶ γράμματός ἐστιν ὁ Χριστιανὸς μαθητὴς ἀλλὰ πνεύματος (τὸ γὰρ γράμμα, φησίν, ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ), προφέρει δὲ ψιλὴν ἐπὶ ῥήματος ἡμῖν τὴν τῶν γεγραμμένων ἀνάγνωσιν ὡς θεοῦ ταῦτα διεξελθόντος, καὶ εἰ τοῦτο πεπί στευκεν, οὐδὲν ἕτερον ἢ καθ' ὁμοιότητα τῶν ἀνθρώπων καὶ τὸν θεὸν διεξοδικῷ κεχρῆσθαι λόγῳ κατασκευάσει καὶ 2.1.200 φωνῇ καὶ φθόγγῳ διατυποῦν τὰ νοήματα. εἰ τοίνυν τοῦτο νοεῖ, πάντως ὅτι καὶ τὰ τούτοις ἀκόλουθα οὐκ ἀρνήσεται· ὁ γὰρ παρ' ἡμῶν λόγος διὰ τῶν φωνητικῶν ἐκφωνεῖται μορίων, ἀρτηρίας γλώσσης ὀδόντων στόματος, συνεργούσης πρὸς τὴν ἐκφώνησιν καὶ τῆς τοῦ ἀέρος ὁλκῆς καὶ τοῦ ἔν δοθεν πνεύματος. ὑπηχεῖ μὲν γὰρ ἡμῖν ἡ ἀρτηρία κάτωθεν αὐλοῦ τινος δίκην ἐνηρμοσμένη τῇ φάρυγγι· ἡ δὲ ὑπερῴα διὰ τοῦ ὑπερκειμένου κενώματος τοῦ κατὰ τοὺς μυκτῆρας διήκοντος καθάπερ τις μαγὰς ἄνωθεν ἐπιπλατύνει τῷ ἤχῳ 2.1.201 τὸν φθόγγον. ἀλλὰ καὶ αἱ παρειαὶ συνεργοῦσι τῷ λόγῳ, κατὰ τὰς ποιὰς τῶν ἄρθρων τυπώσεις κοιλαινόμεναί τε καὶ πλατυνόμεναι καὶ διὰ στενοῦ πάλιν τὸν φθόγγον προάγουσαι κατὰ τὰς πολυστρόφους τῆς γλώσσης ἀναστροφάς, ἃς ποι εῖται ἄλλοτε κατ' ἄλλο μέρος ἑαυτῆς, ἢ τοῖς ὀδοῦσιν ἢ τῇ ὑπερῴᾳ τὸ δι' αὐτῆς παριὸν πνεῦμα παρατραχύνουσά 2.1.202 πως ἢ παραθλίβουσα. συντελεῖ δέ τι καὶ ἡ τῶν χειλῶν ὑπουργία ἐν διαφόρῳ τῷ τῆς κινήσεως τρόπῳ ποικίλως συνεφαπτομένη τοῦ φθόγγου καὶ τὸν τῶν ῥημάτων τύπον συναπαρτίζουσα. εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγ μασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν ὀνο μάζων, ἀνάγκη πᾶσα μὴ ἄλλως τούτων ἕκαστον εἰπεῖν αὐτὸν ἢ ὡς λέγεται, κατὰ τὰς τῶν συλλαβῶν φημι συμ πλοκάς, ὧν αἱ μὲν διὰ χειλῶν αἱ δὲ διὰ γλώσσης αἱ 2.1.203 δὲ δι' ἑκατέρων ἀποτυποῦνται. εἰ οὖν οὐκ ἂν ἑτέρως ἐκφωνηθείη τὸ ὄνομα, μὴ τῶν φωνητικῶν μορίων διὰ τῆς ποιᾶς κινήσεως ἀπογεννώντων τὰς συλλαβὰς καὶ τὸν λόγον, πάντως ὅτι καὶ ταῦτα προστίθησι τῷ θεῷ καὶ διὰ τὴν τοῦ λόγου χρείαν διασχηματίσει τὸ θεῖον. ἡ γὰρ ποιὰ τῶν τὴν φωνὴν ἐκτελούντων μορίων διάπλασις ἐν σχήματι πάντως ἐστί· σχῆμα δὲ σώματος πέρας· πᾶν δὲ 2.1.204 σῶμα τὸ σύνθετον εἶναι οὐ διαπέφευγεν. ὅπου δὲ θεω ρεῖται σύνθεσις, ἐκεῖ καταλαμβάνεται πάντως καὶ ἡ τοῦ συνθέτου διάλυσις· ἡ δὲ διάλυσις ταὐτὸν κατὰ τὴν ἔννοιάν ἐστι τῇ φθορᾷ. οὐκοῦν τοῦτο τῆς καθ' ἡμῶν νίκης τῷ λογογράφῳ τὸ πέρας, τὸ δεῖξαι τὸν ἴδιον ἑαυτοῦ θεόν, ὃν διὰ τοῦ ὀνόματος τῆς 20ἀγεννησίας20 ἀνέπλασε, φθεγγό μενον μὲν ἵνα μὴ ἀμοιρήσῃ τῆς τῶν ὀνομάτων εὑρέσεως, σχηματιζόμενον δὲ τοῖς φωνητικοῖς μέλεσιν ἵνα τὰ ὀνόματα φθέγξηται, τῆς δὲ τοῦ σώματος φύσεως διὰ τὴν τῶν σχη μάτων ἀνάγκην οὐκ ἄμοιρον (οὐ γὰρ ἂν ἐφ' ἑαυτοῦ τι θεωρηθείη σχῆμα, μὴ ἐν σώματι πάντως τυπούμενον), κατ' ὀλίγον δὲ προϊόντα πρὸς τὰ συμφυῆ τοῦ σώματος πάθη διὰ μὲν τοῦ συνθέτου πρὸς τὴν διάλυσιν, διὰ δὲ ταύτης εἰς φθορὰν καταλήγοντα. 2.1.205 Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντι λαμβάνεται τῶν γεγραμμένων καί φησι 20ταῦτα τὸν Μωϋσέα διαρρήδην βοᾶν ὅτι εἶπεν ὁ θεός, καὶ προστίθησι τὰ ῥήματα, τὸ Γενηθήτω φῶς καὶ Γενηθήτω στερέωμα καὶ Συναχθήτω τὰ ὕδατα καὶ Ὀφθήτω ἡ ξηρὰ καὶ Βλαστησάτω ἡ γῆ καὶ Ἐξαγαγέτω τὰ ὕδατα καὶ πάντα ὅσα καθεξῆς ἀναγέγραπται20. οὐκοῦν ἐξετάσωμεν 2.1.206 τὴν τῶν εἰρημένων διάνοιαν. τίς οὐκ οἶδε καὶ τῶν κομιδῇ νηπίων ὅτι φυσικὴν ἔχει πρὸς ἄλληλα σχέσιν ἀκοή τε καὶ λόγος, καὶ ὡς οὐκ ἔστιν ἀκοὴν ἐνεργῆσαι μηδενὸς φθεγγομέ νου, οὕτως οὐδὲ λόγον ἐνεργὸν εἶναι μὴ πρὸς ἀκοὴν εὐθυνό μενον. εἰ οὖν λέγει τὸ εἰρηκέναι τὸν θεόν, ὑποδειξάτω ἡμῖν καὶ τὴν ἀκοὴν πρὸς ἣν εἴρηκεν. ἢ πρὸς ἑαυτὸν ταῦτα λέγειν φήσει; οὐκοῦν ἑαυτῷ προστάσσει ταῦτα ἐγκελευό μενος. καὶ τίς τοῦτο δέξεται, καθῆσθαι τὸν θεὸν τὸ πρακτέον ἑαυτῷ διατάττοντα καὶ ἑαυτῷ διακόνῳ τῶν