109
τὴν μετὰ ταῦτα γενησομένην αὐτοῦ κατὰ πάντων κρίσιν ἡ θεία γραφὴ θεσπίζει. ἑξῆς δὲ τούτοις αὐτὸς ὁ κύριος «δώσειν ἰσχὺν» λέγεται «τοῖς βασιλεῦσιν ἡμῶν». οὗτοι δ' ἂν εἶεν οἱ ἀπόστολοι τοῦ Χριστοῦ, περὶ ὧν ἔχεις ἐν ξζʹ ψαλμῷ τὸ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ». 4.16.43 κἀν τούτῳ δὲ Χριστοῦ ὀνομαστὶ μνημονεύει, τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου σωτῆρος ἡμῶν, οὗ τὸ κέρας φησὶν ὑψωθήσεσθαι τὴν ἐν αὐτῷ ἀόρατον δύναμιν καὶ τὴν βασιλείαν αὐτοῦ δηλῶν· ἔθος γοῦν τῇ γραφῇ τὴν βασιλείαν κέρας ὀνομάζειν. κεῖται δὲ καὶ ἐν τῷ πηʹ ψαλμῷ τὸ «καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ». Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν. «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου, καὶ τὸ σπέρμα οἴκου πατρός σου· καὶ οὐκ ἔσται πρεσβύτης ἐν τῷ οἴκῳ μου.» 4.16.44 ταῦτα πρὸς τὸν Ἠλεὶ φήσας ὁ χρηματισμὸς ἐπιφέρει μεθ' ἕτερα λέγων· «καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει; καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας». 4.16.45 Μετάστασιν καὶ ἀποβολὴν ἀπειλήσας ὁ θεῖος λόγος τοῖς οὐ κατὰ τὸν ὀρθὸν τρόπον λειτουργοῦσιν, ἕτερον ἐξ ἑτέρου γένους καταστήσειν ἱερέα ἐπαγγέλλεται, ὃν καί φησιν «διελεύσεσθαι ἐνώπιον χριστοῦ αὐτοῦ», ἢ «ἐμπεριπατήσειν εἰς πρόσωπον ἠλειμμένου αὐτοῦ», ὡς ὁ Ἀκύλας ἡρμήνευσεν, ἢ ὡς ὁ Σύμμαχος, «ἀναστραφήσεσθαι ἔμπροσθεν τοῦ χριστοῦ αὐτοῦ». 4.16.46 τίς δ' ἂν οὗτος εἴη ἢ πᾶς ὁ εὐσεβῶς προσιὼν τῇ ἱερουργίᾳ τοῦ Χριστοῦ τοῦ θεοῦ, ᾧ τὸν τῆς ἐκκλησίας οἶκον οἷα «σοφὸς ἀρχιτέκτων» καὶ οἰκοδόμος αὐτὸς ὁ τῶν ὅλων θεὸς οἰκοδομήσειν ὑπισχνεῖται, οὐδ' ἄλλον οἶκον σημαίνων ἢ τὴν καθ' ὅλης τῆς οἰκουμένης τῷ Χριστῷ ὀνομαστὶ συστᾶσαν ἐκκλησίαν, ἔνθα πᾶς ὁ διὰ Χριστοῦ τοῦ θεοῦ ἱερωμένος κατὰ τὰς πνευματικὰς λειτουργίας τὰ καταθύμια καὶ τὰ κατὰ ψυχὴν τοῦ θεοῦ λέγεται ποιήσειν, τῶν δι' αἵματος ταύρων καὶ τράγων, κατὰ τὴν πάλαι τυπικὴν ἀγωγὴν ἐπιτελουμένων, μεμισῆσθαι ὑπὸ τοῦ θεοῦ διὰ τῆς Ἡσαΐου προφητείας ὁμολογουμένων; 4.16.47 Τοσαῦτα δι' ὧν ὁ Χριστὸς ὀνομαστὶ προκεκήρυκτο· πλὴν ἀλλ' ἐπεὶ διὰ τῶν πλείστων τὰ πάθη τοῦ Χριστοῦ συνῆπται τῇ αὐτοῦ προσηγορίᾳ, ἀναγκαῖον ἐπαναλαβεῖν τὰ προειρημένα περὶ τῆς κατ' αὐτὸν θεότητος, ἣν ἐν τῷ μδʹ ψαλμῷ, ἐπιγεγραμμένῳ «ὑπὲρ τοῦ ἀγαπητοῦ», φέρεσθαι προπαρεστήσαμεν, ἔνθα ὁ λόγος ἐν πρώτοις αὐτὸν ὑπομνήσας ὡς βασιλέα, μεθ' ἕτερα ἐπάγει περὶ τῆς θεότητος τοῦ Χριστοῦ· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». 4.16.48 σαφῶς γὰρ ἐν τούτοις, ὡς ἤδη καὶ πρότερον προπαρεστήσαμεν, εἷς ὢν καὶ ὁ αὐτὸς ὁ δηλούμενος, θεὸς εἶναι λέγεται ἠγαπηκὼς δικαιοσύνην καὶ μεμισηκὼς ἀδικίαν, καὶ τούτου χάριν ὑφ' ἑτέρου μείζονος θεοῦ καὶ πατρὸς αὐτοῦ κεχρισμένος ἐλαίῳ κρείττονι καὶ διαφέροντι ἢ κατὰ τοὺς τύπους, τῷ καλουμένῳ τῆς ἀγαλλιάσεως. 4.16.49 ὁ δὲ τῷ τοιούτῳ χρισθεὶς ἐλαίῳ οὐ πρὸς ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλ' ὑπ' αὐτοῦ τοῦ ἀνωτάτω θεοῦ, τί ἕτερον ἢ Χριστὸς εἰκότως ἂν ὀνομασθείη; οὐκοῦν ὁ αὐτὸς ὁμοῦ καὶ θεὸς δείκνυται ὠνομασμένος, ὥσπερ οὖν ἤδη πρότερον κατὰ τοὺς οἰκείους τόπους παρέστη. Καὶ τοῦ Ἡσαΐου δὲ κἀνταῦθα πάλιν ὑπομνηστέον, ὃς ἔφησεν· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν». 4.16.50 ἐδείκνυμεν καὶ ἐν τούτοις ὡς οἱ μὲν ἐξ ἀνθρώπων πάλαι πρότερον ἐπὶ τὴν τοῦ θείου θεραπείαν προσιόντες ἱερεῖς ἐλαίῳ ἐχρίοντο σκευαστῷ, ὁ δὲ διὰ τῆς προφητείας δηλούμενος τῇ ἐνθέῳ δυνάμει κεχρῖσθαι λέγεται. 4.16.51 τοῦτο δὲ ὅλον ἐπὶ τὸν ἡμέτερον σωτῆρα ἀνεφέρετο, Ἰησοῦν τὸν μόνον ἀληθῆ