109
προσταγμάτων 2.1.207 καὶ ὑπηρέτῃ χρώμενον; εἰ δὲ καὶ τοῦτο δοίη τις εὐαγὲς εἶναι λέγειν, τίς ἐφ' ἑαυτοῦ ῥημάτων ἐδεήθη καὶ λόγων, κἂν ἄνθρωπος ᾖ; ἀρκεῖ γὰρ ἑκάστῳ τῆς διανοίας ἡ κίνησις τὴν τῆς προαιρέσεως ὁρμὴν ἐμποιῆσαι. ἀλλὰ τῷ υἱῷ διαλέγεσθαι πάντως ἐρεῖ. καὶ τίς ἦν χρεία πρὸς τοῦτο φωνῆς; ἴδιον γὰρ τῆς ἐνσωμάτου φύσεως τὸ διὰ ῥημάτων ἐξαγγέλλειν τὰ τῆς καρδίας νοήματα· ὅθεν καὶ ἰσοδυνα μοῦσα τῇ χρήσει τῆς φωνῆς ἡ δι' ἐπινοίας τῶν γραμμάτων 2.1.208 ἐξεύρηται δήλωσις· ἐπίσης γὰρ φθεγγόμενοί τε καὶ γράφοντες τὸ νοηθὲν ἐξαγγέλλομεν, ἀλλ' ἐπὶ μὲν τῶν μὴ λίαν ἀφεστηκό των φωνῇ τῆς ἀκοῆς καθικνούμεθα, πρὸς δὲ τοὺς πόρρωθεν γράμμασι δηλοῦμεν τὴν γνώμην, καὶ ἐπὶ τῶν παρόντων πρὸς λόγον τῆς ἀποστάσεως ἢ ἐπιτείνομεν τὸν τόνον τῆς φωνῆς ἢ ὑφίεμεν, ἔστιν δὲ ὅτε καὶ διανεύοντες μόνον τὸ πρακτέον τοῖς πέλας διεσαφήσαμεν καὶ τὴν ἐν τῇ ψυχῇ προαίρεσιν καὶ ὀφθαλμὸς τοιῶσδε διατεθεὶς ἐνεδείξατο καὶ χειρὸς ποιὰ κίνησις ἢ ἀπεῖπέ τι τῶν γινομένων ἢ κατεδέξατο. 2.1.209 εἰ τοίνυν οἱ σώματι περιειλημμένοι τὰ κρυπτὰ τῆς διανοίας κινήματα καὶ δίχα φωνῆς ἢ ῥήματος ἢ τῆς ἐν γράμμασιν ὁμιλίας πολλάκις τοῖς πέλας γνωρίζουσι καὶ οὐδεμίαν ἤνεγκε τῷ σπουδαζομένῳ πράγματι ζημίαν ἡ σιωπή, ἆρ' ἐπὶ τῆς ἀΰλου καὶ ἀναφοῦς καί, ὥς φησιν ὁ Εὐνόμιος, 20ἀνωτάτω καὶ πρώτης οὐσίας20 ῥημάτων χρεία τῶν καὶ τοῦ πατρὸς διασαφούντων τὸ νόημα καὶ τῷ μονογενεῖ γνωριζόντων τὸ βούλημα; ῥημάτων τῶν, καθὼς αὐτός φησι, 20τῇ φωνῇ πεφυκότων συνδιαλύεσθαι20; Οὐκ οἶδα εἴ τις τῶν νοῦν ἐχόντων ταῦτα ὡς ἀληθῆ παραδέξεται, ἄλλως τε παντὸς φθόγγου πάντως εἰς ἀέρα προχεομένου (οὐδὲ γὰρ δυνατὸν γενέσθαι φωνὴν μὴ ἐν ἀέρι συνισταμένην) ἀνάγκη πᾶσα μέσον τι τοῦ φθεγγο μένου καὶ τοῦ πρὸς ὃν ὁ λόγος γίνεται καὶ αὐτοὺς ὑπο 2.1.210 θέσθαι. μὴ γὰρ ὄντος τοῦ μεσιτεύοντος, πῶς ἐκ τοῦ λαλοῦντος ἡ φωνὴ διοδεύσει πρὸς τὸν ἀκούοντα; τί οὖν ἐροῦσι τὸ μέσον ᾧ τὸν υἱὸν [ἐκ] τοῦ πατρὸς διορίζουσι; τῶν μὲν γὰρ σωμάτων ὁ κατὰ τὸν ἀέρα τόπος γίνεται μέσος, ἄλλο τι ὢν κατὰ τὴν ἰδίαν φύσιν παρὰ τὴν τῶν ἀνθρω πίνων σωμάτων οὐσίαν. ὁ δὲ ἀναφὴς καὶ ἀνείδεος καὶ πάσης συνθέσεως καθαρεύων θεός, τῷ μονογενεῖ θεῷ παραπλησίως, μᾶλλον δὲ ὡσαύτως ἀΰλως τε καὶ ἀσωμάτως τῶν ἰδίων κοινωνῶν βουλευμάτων, εἴπερ διὰ φωνῆς ἐποιεῖτο τὴν κοινωνίαν, τί τὸ μεσιτεῦον εἶχε, δι' οὗ ῥέων ὁ λόγος καὶ μεθιστάμενος ταῖς ἀκοαῖς τοῦ μονογενοῦς εἰσῳκίζετο; 2.1.211 εἴγε χρὴ καὶ τοῦτο παραδραμεῖν ἀθεώρητον, τὸ μὴ μεμε ρίσθαι τὸ θεῖον ταῖς ἀντιληπτικαῖς ἐνεργείαις, ὡς παρ' ἡμῖν διῃρημένως ἕκαστον τῶν αἰσθητηρίων τοῦ συγγενοῦς ἐπιδράσσεται, τοῦ ὁρατοῦ μὲν ἡ ὅρασις τοῦ ἀκουστοῦ δὲ ἡ κατὰ τὴν ἀκοὴν αἴσθησις, καὶ οὔτε γεύεται ἡ ἁφὴ οὔτε ἡ ἀκοὴ τὴν τῶν ἀτμῶν ἢ τῶν χυμῶν ἀντίληψιν ἔχει, ἀλλὰ παραμένει ἕκαστον τῇ μιᾷ ἐνεργείᾳ εἰς ἣν ἐτάχθη παρὰ τῆς φύσεως, ἀναίσθητον τρόπον τινὰ πρὸς ὃ μὴ πέφυκε διαμένον καὶ ἄγευστον τῆς ἀπολαύσεως ἧς καρποῦται ἡ 2.1.212 γείτων αἴσθησις. ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ὅλον δι' ὅλου τὸ θεῖον ὅρασίς ἐστι καὶ ἀκοὴ καὶ γνῶσις. οὐ γὰρ δὴ θέμις καὶ τὰς ζῳωδεστέρας τῶν αἰσθήσεων ἐφαρμόζειν τῇ ἀκηράτῳ φύσει. πλὴν εἰ χρή τι καὶ ταπεινὸν ὑποθέσθαι καὶ καταγαγεῖν εἰς χαμαιζήλους ὑπολήψεις τὸ θεῖον, ὥστε λαλεῖν μὲν οἴεσθαι ῥήματα διὰ στόματος τὸν πατέρα, ἐν εργεῖν δὲ τὴν ἀκοὴν τοῦ υἱοῦ, τί τὸ μέσον ὑποτιθέμεθα τὸ διάγον τὴν πατρικὴν φωνὴν εἰς τὴν τοῦ υἱοῦ ἀκοήν; 2.1.213 κτιστὸν εἶναι χρὴ τοῦτο ἢ ἄκτιστον; ἀλλὰ κτιστὸν μὲν οὐκ ἔστιν εἰπεῖν· πρὸ γὰρ τοῦ συστῆναι τὴν κτίσιν ὁ λόγος ἐγένετο· ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεώς ἐστιν οὐδέν. εἰ οὖν κτίσις οὐκ ἦν, ὁ δὲ μνημονευθεὶς ἐν τῇ κοσμογενείᾳ λόγος τῆς κτίσεως πρεσβύτερος ἦν, ἄρα ὁ λέγων ῥήματα καὶ φωνῆς ἦχον διὰ τοῦ λόγου σημαίνεσθαι τί τὸ μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ὑποθήσεται, ᾧ διετυποῦτο ἡ φωνὴ τὰ ῥήματα; εἰ γὰρ ἔστι μέσον, ἐν ἰδιαζούσῃ φύσει πάντως ἐστίν, ὡς μήτε τῷ πατρὶ ταὐτὸν εἶναι μήτε τῷ υἱῷ κατὰ τὴν φύσιν συμβαίνειν, ἀλλ' ἕτερόν τι πάντως ὂν διΐστησιν ἀπ' ἀλλήλων τὸν