1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

110

Χριστὸν τοῦ θεοῦ, ὃς ἐπὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς ποτε λαβὼν τὴν προφητείαν καὶ διελθὼν τὴν ἐκτεθεῖσαν περικοπὴν πεπληρῶσθαι εἰς ἑαυτὸν ἐδίδαξεν τὸ ἀνάγνωσμα. 4.16.52 γέγραπται γὰρ ὡς ἄρα ἀναγνοὺς «καὶ πτύξας τὸ βιβλίον καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν». 4.16.53 Ἐπὶ τούτοις ἅπασιν καὶ τὰ Μωσέως αὖθις παραθετέον, ὃς κατὰ τὸν δειχθέντα αὐτῷ τύπον τὸν ἴδιον ἀδελφὸν τὸν Ἀαρὼν ἀρχιερέα καταστησάμενος, ἀκολούθως τῷ φήσαντι πρὸς αὐτὸν χρησμῷ «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει», δῆλός ἐστιν ὡς τοῖς τῆς διανοίας ὄμμασιν καὶ τῷ θείῳ πνεύματι συνιδὼν τὸν μέγαν τῶν ὅλων ἀρχιερέα, τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ, οὗ μετὰ τῆς ἄλλης σωματικῆς καὶ τυπικῆς λατρείας τὴν εἰκόνα διαγράφων τὸν δηλωθέντα τῇ τοῦ ἀληθοῦς Χριστοῦ προσωνυμίᾳ τετίμηκεν. 4.16.54 τοῦτο δὲ παρίστησιν καὶ ὁ θεῖος ἀπόστολος, λέγων περὶ τῶν κατὰ Μωσέα νόμων τὸ «οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων», καὶ πάλιν «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν», καὶ πάλιν «μὴ οὖν τις ὑμᾶς κρινέτω ἢ ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων». 4.16.55 εἰ γὰρ τὰ περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας καὶ τὰ περὶ ἑορτῶν καὶ σαββάτου νενομοθετημένα, ὡς ἂν σκιώδη ὄντα, ὑπογραμμὸν ἑτέρων ἀληθῶν καὶ μυστικῶν πραγμάτων ἔσῳζεν, οὐκ ἀπεικότως ἐρεῖς καὶ τὸν ἀρχιερέα εἰς ἑτέρου ἀρχιερέως παρειλῆφθαι σύμβολον, καὶ χριστὸν αὐτὸν ἐπωνομάσθαι εἰς ... ἑτέρου τοῦ μόνου καὶ ἀληθῶς Χριστοῦ· τοσοῦτόν γε μὴν λειπόμενον τοῦ ἀληθοῦς, καθ' ὅσον ὁ μὲν ἀληθὴς Χριστὸς πρὸς τοῦ τῶν ὅλων θεοῦ ἀκούει· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», καὶ «κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου», 4.16.56 καὶ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», καὶ «ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», δι' ὧν σαφῶς γέννημα καὶ υἱὸς θεοῦ πρὸ ἑωσφόρου καὶ πρὸ πάσης δημιουργίας ὑποστὰς αἰώνιος ἀρχιερεὺς ἀναπέφανται. 4.16.57 ὁ δὲ Μωσέως χριστός, ἐν δράματι τὸν τύπον ἐν βραχεῖ καθυποκρινάμενος χρόνῳ, κεῖται ἐν θνητοῖς λελογισμένος, ἑτέρῳ τὴν ἀλήθειαν τῷ μόνῳ καὶ ἀληθεῖ παραδούς. καὶ ὁ μὲν ἀληθὴς Χριστὸς οὐ δεηθεὶς τῆς κατὰ Μωσέα χρίσεως οὐδ' ἐλαίου σκευαστοῦ καὶ γεώδους ὕλης, ὅμως τῆς ἀρετῆς καὶ τῆς προσωνυμίας τῆς αὐτοῦ τὴν οἰκουμένην κατέπλησεν, παρώνυμον αὐτοῦ τὸ Χριστιανῶν γένος ἐν πᾶσι τοῖς ἔθνεσι συστησάμενος. 4.16.58 ὁ δὲ Μωσέως οὐδ' ὅτι ποτὲ ἐν ἀνθρώποις ὠνομάσθη δῆλος ἦν, εἰ μὴ διὰ τῆς Μωσέως γραφῆς. καὶ οὗτος μὲν ὀψέ ποτε μετὰ τὴν ἔξοδον τὴν ἀπὸ Αἰγύπτου περιρραντηρίοις τισὶν καὶ ταῖς δι' αἱμάτων θυσίαις καθαρθεὶς ἐλαίῳ κέχριστο σκευαστῷ, Μωσέως αὐτὸν κεχρικότος· 4.16.59 ὁ δὲ ἀρχέτυπος καὶ ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα ὅλος δι' ὅλου καὶ αὐτὸς αὐτῷ τὰ πάντα ὅμοιος μηδ' ὁτιοῦν παραλλάττων χριστὸς ἦν ἀεὶ καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ' αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου οὐδὲ δι' ὕλης τῆς ἐν ἀνθρώποις ἀλλὰ πρὸς τοῦ ἐπὶ πάντων θεοῦ τῇ ἀγενεῖ θεότητι κεχρισμένος. 4.16.60 Καὶ ἐπειδήπερ τὸ τῆς προσηγορίας αὐτοῦ τὸ παρὸν ἡμῖν ἐξετάζεται, τῶν εἰρημένων ἁπάντων εἴη ἂν ἐπισφράγισμα τὸ παρὰ τῷ σοφωτάτῳ Σολομῶντι λόγιον· φάσκον ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων· «μύρον ἐκκενωθὲν ὄνομά σου». 4.16.61 καὶ οὗτος γὰρ ἐνθέῳ σοφίᾳ κεχορηγημένος, καὶ καταξιωθεὶς ἀπορρητοτέρων περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας αὐτοῦ θεωρημάτων, καὶ τοῦ μὲν ὡς ἐπουρανίου νυμφίου, τῆς δὲ ὡς νύμφης αὐτοῦ μνημονεύσας, ἐπιζητουμένου τί ἄρα ἦν ὄνομα τῷ νυμφίῳ, ἐπιφωνεῖ ὡς πρὸς αὐτὸν λέγων· τὸ ὄνομά σου, νυμφίε, μύρον ἐστίν, καὶ μύρον οὐχ ἁπλῶς, ἀλλὰ κεκενωμένον. 4.16.62 ποῖον δ' ἂν γένοιτο ὄνομα μύρου κεκενωμένου