110
πατέρα καὶ τὸν υἱὸν μεταξὺ τῶν δύο 2.1.214 παρενειρόμενον. τί οὖν τοῦτο; κτιστὸν οὐκ ἔστι· νεωτέρα γὰρ ἡ κτίσις τοῦ λόγου. γεννητὸν τὸν μονογενῆ ἐδιδά χθημεν, ἀγέννητον πλὴν τοῦ πατρός ἐστιν οὐδέν. οὐκοῦν ἐξ ἀνάγκης τὸ μηδὲν εἶναι μέσον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ νοεῖν ὁ τῆς ἀληθείας λόγος συναναγκάζει. ὅπου δὲ διά στασις οὐκ ἐπινοεῖται, τὸ συνημμένον πάντως ὁμολογεῖται, τὸ δὲ διὰ πάντων συνημμένον φωνῇ καὶ λόγῳ οὐ μεσιτεύ εται. συνημμένον δὲ λέγω τὸ ἐν πᾶσιν ἀχώριστον. οὐ γὰρ σωματικήν τινα συμφυΐαν ἐπὶ τῆς νοερᾶς φύσεως τὸ ὄνομα τῆς συναφείας ἐνδείκνυται, ἀλλὰ τὴν τοῦ νοητοῦ πρὸς τὸ νοητὸν διὰ τῆς ταὐτότητος τῶν θελημάτων ἕνωσίν τε καὶ ἀνάκρασιν. 2.1.215 ∆ιότι οὐδὲ ἔστι διαφορὰ μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐν θελήματι, ἀλλὰ κατὰ τὸ ἀρχέτυπον τῆς ἀγαθό τητος κάλλος καὶ ἡ εἰκών ἐστι τῆς ἀγαθότητος. καὶ ὥσπερ εἴ τις ἑαυτὸν ἐν κατόπτρῳ βλέποι (κωλύει γὰρ οὐδὲν σω ματικοῖς ὑποδείγμασι παραστῆσαι τὸ νόημα), κατὰ πάντα πρὸς τὸ πρωτότυπον καὶ ἡ εἰκὼν μορφωθήσεται, ὡς αἰτίαν τῆς ἐν τῷ κατόπτρῳ μορφῆς εἶναι τὴν ἐνορῶσαν μορφὴν καὶ μήτε κινεῖσθαι μήτε ἐπικλίνεσθαι καθ' ἑαυτὴν τὴν εἰκόνα, μὴ τοῦ πρωτοτύπου τῆς ἐπικλίσεως ἢ τῆς κινήσεως ἄρξαντος, εἰ δὲ κινηθείη τὸ προηγούμενον, συγκινεῖσθαι πάντως καὶ τὸ ἐν τῷ κατόπτρῳ δεικνύμενον, οὕτω φαμὲν καὶ τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου τὸν κύριον πρὸς πᾶσαν θελήματος κίνησιν ἀμέσως τε καὶ ἀδιαστάτως συν 2.1.216 διατίθεσθαι τῷ πατρί. ἠθέλησέ τι ὁ πατὴρ καὶ ὁ ἐν τῷ πατρὶ ὢν υἱὸς εἶχε τὸ θέλημα τοῦ πατρός, μᾶλλον δὲ αὐτὸς τοῦ πατρὸς ἐγένετο θέλημα. ὁ γὰρ πάντα τὰ τοῦ πατρὸς ἔχων ἐν ἑαυτῷ οὐκ ἔστιν ὅ τι τῶν τοῦ πατρὸς οὐκ ἔχει. εἰ δὴ πάντα ἔχει ἐν ἑαυτῷ τὰ πατρῷα, μᾶλλον δὲ καὶ αὐτὸν τὸν πατέρα, πάντως μετὰ τοῦ πατρὸς καὶ τῶν τοῦ πατρὸς ὅλον τὸ θέλημα ἐν ἑαυτῷ ἔχει τὸ πατρῷον. 2.1.217 οὐ χρῄζει τοίνυν λόγῳ μαθεῖν τοῦ πατρὸς τὸ θέλημα, αὐτὸς ὢν τοῦ πατρὸς ὁ λόγος κατὰ τὴν ὑψηλοτέραν ση μασίαν τοῦ λόγου. τίς οὖν ἐκεῖνος ὁ λόγος ὁ πρὸς τὸν ὄντως λόγον γινόμενος; καὶ πῶς ὁ ὄντως λόγος λόγου πάλιν ἑτέρου πρὸς διδασκαλίαν προσδέεται; ἀλλ' ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. 2.1.218 οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησιν ὁ ἀπόστολος, καὶ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. εἰ οὖν ῥήματα φθέγγεται ὁ θεός, πᾶς δὲ λόγος ἐπὶ ἀκοῆς ἐνεργεῖται, οἱ δημηγορεῖν τὸν θεὸν ἐν διεξοδικοῖς λόγοις ἀποφαινόμενοι γνωρισάτωσαν ἡμῖν καὶ τὸ τῶν θείων λόγων ἀκροατήριον. πρὸς ἑαυτὸν λαλεῖν οὐκ ἐδέετο, ὁ υἱὸς ἀπροσδεὴς ἦν τῆς ἐκ ῥημάτων διδασκαλίας, τὸ πνεῦμα τὸ ἅγιον πάντα, φησίν, ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ, ἡ κτίσις οὔπω ἦν· πρὸς τίνα ὁ λόγος 2.1.219 ἐγίνετο; ἀλλ' οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι' ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας ∆αβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς οὕτως κατὰ λέξιν ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· ἡμέρα τῇ ἡμέρᾳ 2.1.220 ἐρεύγεται ῥῆμα καὶ νὺξ ἀναγγέλλει γνῶσιν νυκτί. καὶ εἰπὼν διηγεῖσθαι τοὺς οὐρανοὺς καὶ τὸ στερέωμα καὶ παρὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἀπαγγέλλεσθαι γνῶσιν καὶ ῥήματα, πάλιν ἐπάγει τοῖς εἰρημένοις ὅτι ταῦτα λαλιαὶ οὐκ εἰσὶν οὐδὲ λόγοι οὐδὲ φωναὶ τούτων ἀκούονται. πῶς οὖν διηγή ματα καὶ ἀναγγελίαι καὶ ῥήματα λαλιαὶ οὐκ εἰσὶν οὐδὲ 2.1.221 φωνὴ διὰ τῆς ἀκουστικῆς αἰσθήσεως ἐγγινομένη; ἆρα μά χεται πρὸς ἑαυτὸν ὁ προφήτης; ἆρά τι τῶν οὐκ ἐνδεχο μένων διέξεισιν, ἄφθογγον ῥῆμα καὶ διήγησιν ἄλαλον καὶ ἀγγελίαν δίχα φωνῆς διδάσκων; ἢ παντὸς μᾶλλον ἀληθὴς ἡ προφητεία ἡ τοῦτο διὰ τῶν εἰρημένων διδάσκουσα, ὅτι τὸ διήγημα τὸ οὐράνιον καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμενον φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν οὔτε λαλιὰ διὰ στόματος, διδασκαλία δὲ τῆς θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς; 2.1.222 Τί οὖν περὶ τούτων ὑπειλήφαμεν; τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολ λάκις ἡ γραφὴ πρὸς