1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

111

δηλωτικὸν ἢ τὸ τοῦ χριστοῦ ὄνομα; οὐ γὰρ ἂν ἄλλως οὔτ' ἂν γένοιτο οὔτ' ἂν ὀνομασθείη χριστὸς ἢ μύρου προσχυθέντος. ὁποῖον δὲ τοῦτο ἦν τὸ μύρον, ᾧ χρισθεὶς ὁ δηλούμενος χριστὸς ἀποπέφανται, διὰ τῶν πρόσθεν ἡμῖν ἀποδέδοται. τοσούτων περὶ τῆς τοῦ Χριστοῦ προσηγορίας διηγορευμένων, φέρε καὶ περὶ τῆς τοῦ Ἰησοῦ διασκεψώμεθα. 4.17.1 Πρῶτος πάλιν Μωσῆς πρὸς τὸν αὐτοῦ διάδοχον ἑτέρᾳ χρώμενος προσωνυμίᾳ Ἰησοῦν μετωνόμασεν. γέγραπται γάρ· «ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωσῆς κατασκέψασθαι τὴν γῆν, καὶ ἐπωνόμασεν Μωσῆς τὸν Ναυσὴν υἱὸν Ναυὴ Ἰησοῦν, καὶ ἀπέστειλεν αὐτούς». 4.17.2 ὅρα δὴ οὖν τίνα τρόπον οὐ μικρὰ νοήσας περὶ φύσεως ὀνομάτων ὁ προφήτης, ἀλλὰ καὶ πλεῖστα ὅσα περὶ τῶν παρ' αὐτῷ μετονομαζομένων θείων ἀνδρῶν καὶ ὧν ἕνεκα μετονομάζονται φιλοσοφήσας, εἰσάγει τὸν Ἀβρὰμ ἔπαθλον ἐπ' ἀρετῇ ἀπολαμβάνοντα πρὸς τοῦ θεοῦ τὴν πατρὸς Ἀβραὰμ ἐντελῆ προσηγορίαν, ὅπερ τί ποτε δηλοῖ οὐ νῦν διασαφεῖν καιρός. 4.17.3 οὕτω δὲ καὶ τὴν Σάραν Σάρραν ἐπονομάσας, καὶ Γέλωτα τὸν Ἰσαὰκ πρὸ γενέσεως ἐπικεκλημένον, καὶ τὸν Ἰακὼβ τῆς πάλης τὸ βραβεῖον διὰ τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἀναδούμενον, μυρία τε ἄλλα περὶ ὀνομάτων δυνάμεώς τε καὶ φύσεως θειότερα ἢ κατ' ἄνθρωπον ἐνθέῳ σοφίᾳ καὶ ἐπιστήμῃ διαλαβών, μηδενὸς τῶν πρὸ αὐτοῦ τῶν ἐξ αἰῶνος τῷ τοῦ Ἰησοῦ κεχρημένου ὀνόματι, πρῶτος αὐτὸς θείῳ πνεύματι θεοφορηθεὶς τὸν μέλλοντα αὐτοῦ διάδοχον τῆς ἀρχῆς τοῦ λαοῦ καταστήσεσθαι, ἑτέρῳ πρότερον ὀνόματι κεχρημένον, μεταβαλὼν Ἰησοῦν καλεῖ, οὐκ ἀρκεῖν ἡγούμενος τὴν ἐκ προγόνων ἐπικληθεῖσαν αὐτῷ γεννωμένῳ προσηγορίαν· Ναυσῆν γὰρ αὐτὸν ἐφώνουν οἱ γεννήσαντες. 4.17.4 ἀλλ' ὅ γε προφήτης τοῦ θεοῦ τὸ ἐκ γενετῆς ἀμείψας ὄνομα Ἰησοῦν τὸν ἄνδρα κατὰ τὸ θεῖον νεῦμα καλεῖ· οὐκ ἄλλως αὐτὸν ... καθηγεῖσθαι τοῦ παντὸς λαοῦ μετὰ τὴν ἑαυτοῦ τελευτήν, τῆς δὲ πρὸς αὐτοῦ τεθείσης νομοθεσίας μεταστησομένης ποτὲ καὶ τέλος ἰσχούσης καὶ αὐτῷ γε ὁμοίως Μωσεῖ τρόπον τινὰ τελευτώσης, μηδένα ἕτερον ἢ μόνον Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ πολιτείας ἑτέρας ἡγήσεσθαι κρείττονος ἢ κατὰ τὴν προτέραν. 4.17.5 οὕτω μὲν δὴ Μωσῆς ὁ πάντων προφητῶν θαυμασιώτατος, ἀμφοτέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θείῳ πνεύματι διαγνοὺς τὰς ἐπωνυμίας, ταύταις ὡς ἂν βασιλικοῖς διαδήμασιν τοὺς παρ' αὐτὸν πάντων τῶν ἀρχόντων ἐκκρίτους ἐτίμησεν, δυσὶν ἄρχουσιν καὶ ἡγεμόσιν τοῦ λαοῦ, τῷ τε ἀρχιερεῖ καὶ τῷ οἰκείῳ διαδόχῳ, τὸν Χριστὸν καὶ τὸν Ἰησοῦν ἐπιφημίσας κατ' ἀξίαν, τῷ μὲν Ἀαρὼν τὸν Χριστόν, τῷ δὲ Ναυσῇ ὡς ἂν τὴν αὐτοῦ τελευτὴν διαδεξομένῳ τὸν Ἰησοῦν ἀπονείμας. 4.17.6 τοῦτον μὲν οὖν τὸν τρόπον ἡ αὐτοῦ Μωσέως γραφὴ ταῖς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κεκόσμητο προσηγορίαις. Ἀπὸ τῆς Ἐξόδου. «Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸπροσώπου σου, ἵνα φυλάσσῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ' αὐτῷ.» 4.17.7 ἐμοῦ, φησὶν αὐτὸς ὁ κύριος, τοῦ σοι ταῦτα χρηματίζοντος τοὔνομα ἐπιγέγραπται ὁ μέλλων εἰσάξειν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας· εἰ δ' αὐτὸς ἦν ὁ Ἰησοῦς, οὐκ ἄλλος, πρόδηλον ὡς τοὔνομα τὸ αὐτοῦ φησιν ἐπιτεθεῖσθαι αὐτῷ. 4.17.8 οὐ θαυμαστὸν οὖν εἰ καὶ ἄγγελον αὐτὸν ἀποκαλεῖ, ὅτε καὶ περὶ Ἰωάννου ἀνθρώπου γεγονότος λέλεκται τὸ «ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου». 4.17.9 Ἀπὸ τοῦ Ζαχαρίου. «Καὶ ἔδειξέν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; καὶ ἦν Ἰησοῦς ἐνδεδυμένος ἱμάτια ῥυπαρά, καὶ εἱστήκει πρὸ προσώπου ἀγγέλου κυρίου.