111
ἐναργῆ κατανόησιν τοῦ δηλουμένου πράγματος σωματικώτερον διασκευάζει τὴν τῶν νοητῶν θεωρίαν, οἷον δὴ καὶ τοῦτο τὸ δόγμα ἐστὶν ὅπερ δοκεῖ μοι ὁ ∆αβὶδ ἀποφαίνεσθαι, τοῦτο δι' ὧν εἶπε διδάσκων· οὐδὲν τῶν ὄντων ἔκ τινος αὐτομάτου συντυχίας τὴν ὑπόστασιν ἔχει, καθάπερ ᾠήθησάν τινες τυχαίας τε καὶ ἀλόγους τῶν πρώτων στοιχείων ἀντεμπλοκὰς τὸν κόσμον ἡμῖν ὅλον καὶ τὰ ἐν αὐτῷ κατεργάσασθαι, οὐδεμιᾶς προνοίας διὰ τῶν ὄντων ἡκούσης, ἀλλ' ἔστι τι τῆς τοῦ παντὸς συστάσεως καὶ διοικήσεως αἴτιον, οὗ πᾶσα ἡ τῶν νοητῶν ἐξῆπται φύσις, κἀκεῖθεν τὰς ἀρχὰς καὶ τὰς αἰτίας ἔχει καὶ πρὸς ἐκεῖνο 2.1.223 νένευκέ τε καὶ ἐπιστρέφεται καὶ ἐν αὐτῷ διαμένει. καὶ ἐπειδή, καθώς φησιν ὁ ἀπόστολος, ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοουμένη καθο ρᾶται, διὰ τοῦτο πᾶσα ἡ κτίσις καὶ πρό γε πάντων, καθώς φησιν ὁ λόγος, ἡ ἐν τοῖς οὐρανοῖς διακόσμησις διὰ τῆς ἐμφαινομένης τοῖς γεγονόσι τέχνης τὴν τοῦ πεποιηκότος σοφίαν ἐνδείκνυται. καὶ τοῦτό μοι δοκεῖ παραστῆσαι θέλων τὴν ἐκ τῶν φαινομένων μαρτυρίαν τοῦ σοφῶς καὶ ἐντέχνως τὰ ὄντα κατεσκευάσθαι καὶ εἰσαεὶ διαμένειν ἐν τῇ δυνάμει 2.1.224 τοῦ τὸ πᾶν οἰακίζοντος. αὐτούς φησι τοὺς οὐρανούς, δι' ὧν τὴν σοφίαν τοῦ πεποιηκότος δεικνύουσιν, μονονουχὶ φωνὴν ἀφιέντας βοᾶν καὶ διακηρύσσειν τοῦ δημιουργοῦ τὴν σοφίαν δίχα φωνῆς. ἔξεστι γὰρ οἱονεὶ λόγῳ ταῦτα διδασκόντων ἀκούειν ὅτι πρὸς ἡμᾶς ὁρῶντες, ὦ ἄνθρωποι, καὶ τὸ ἐν ἡμῖν κάλλος καὶ μέγεθος καὶ τὴν ἀεικίνητον ταύτην περιφορὰν καὶ τὴν εὔτακτόν τε καὶ ἐναρμόνιον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν κίνησιν ἐννοήσατε τὸν ἐπιστατοῦντα τῆς ἡμετέρας συστάσεως καὶ διὰ τοῦ φαινομένου κάλλους τὸ πρωτότυπον καὶ ἀόρατον κάλλος ἀναλογίσασθε· οὐδὲν γὰρ ἐν ἡμῖν ἀδέσποτον ἢ αὐτοκίνητον ἢ αὐτόματον, ἀλλὰ πᾶν τὸ φαινόμενόν τε περὶ ἡμᾶς καὶ νοούμενον τῆς ὑψηλῆς τε καὶ ἀφράστου δυνάμεως ἤρτηται. 2.1.225 ταῦτα λόγος μὲν ἔναρθρος οὐκ ἔστιν, ἐντίθησι δὲ διὰ τῶν φαινομένων ταῖς ψυχαῖς τὴν γνῶσιν τῆς θείας δυνάμεως μᾶλλον ἢ εἰ διὰ φωνῆς ὁ λόγος ἐκήρυσσεν. ὥσπερ τοίνυν διηγεῖται ὁ οὐρανὸς καὶ οὐ φθέγγεται, καὶ ἀναγγέλλει τὸ στερέωμα τὴν τοῦ θεοῦ ποίησιν καὶ φωνῆς οὐ προσδέεται, καὶ ῥῆμα προΐεται ἡ ἡμέρα καὶ λαλιὰ οὐκ ἔστιν, καὶ οὐκ ἄν τις εἴποι διεσφάλθαι τὴν προφητείαν, κατὰ τὸν αὐτὸν τρόπον ἐπειδὴ εἷς ἀμφοτέροις τῷ Μωϋσεῖ καὶ τῷ ∆αβὶδ ὁ διδάσκαλος, τὸ πνεῦμα λέγω τὸ ἅγιον, ὁ τὸ πρόσταγμα καθηγήσασθαι τῆς κτίσεως λέγων οὐ ῥημάτων ἡμῖν δη μιουργὸν τὸν θεὸν ὑποτίθεται, ἀλλὰ πραγμάτων τῶν διὰ τῆς τῶν ῥημάτων σημασίας γνωριζομένων. ἵνα γὰρ μὴ ἀδέσποτόν τινα καὶ αὐτοφυῆ τὴν κτίσιν εἶναι νοήσωμεν, καὶ γεγενῆσθαι ταύτην παρὰ τῆς θείας φύσεως λέγει καὶ τάξει 2.1.226 τινὶ καὶ ἀκολουθίᾳ συστῆναί φησι. καὶ μακρὸν ἂν εἴη περὶ τῆς τάξεως φιλοσοφεῖν τῶν κατὰ τὴν κοσμοποιΐαν ὑπὸ τοῦ Μωϋσέως ἐν ἱστορίας χαρακτῆρι δογματικῶς εἰρημένων. ἦ γὰρ ἂν μᾶλλον δι' ἑκάστου τῶν γεγραμμένων τὸ πεπλανη μένον τε καὶ μάταιον τῆς τῶν ἐναντίων ὑπολήψεως φανερῶς διηλέγχθη. ἔξεστι δὲ τῷ βουλομένῳ τοῖς εἰς τὴν Γένεσιν πεπονημένοις ἡμῖν ἐντυχόντι δοκιμάσαι τῶν τε ἡμετέρων καὶ τῶν ὑπεναντίων τὸν ἀκολουθότερον λόγον. 2.1.227 Ἀλλ' ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι τοῦ θεοῦ σύν δρομον ἀποφαίνων τὴν δύναμιν αἰσθητικώτερον ἡμῖν τὴν 2.1.228 νοητὴν ὑποδείκνυσι θεωρίαν. ἐπειδὴ γὰρ θελήματι τοῦ θεοῦ συνέστη τὰ πάντα, σύνηθες δὲ τοῖς ἀνθρώποις λόγῳ πρῶτον διασημαίνειν τὸ βούλημα καὶ οὕτως ἐπάγειν τὸ ἔργον συμ φωνοῦν τῷ βουλήματι, ἡ δὲ γραφὴ τῆς κοσμογενείας εἰσ αγωγή πως εἰς θεογνωσίαν τοῖς ἀρχομένοις ἐστί, διὰ τῶν ἑτοιμοτέρων εἰς κατανόησιν τὴν ἰσχὺν τῆς θείας παριστῶσα φύσεως, προχειρότερον δὲ εἰς γνῶσιν τῶν νοουμένων ἡ διὰ τῆς αἰσθήσεως κατάληψις γίνεται, τούτου χάριν ὁ Μωϋσῆς διὰ μὲν τοῦ <τὸ> Εἰπεῖν τὸν θεὸν τόδε γενέσθαι προτάξαι τὴν ὁρμητικὴν