112
καὶ ἀπεκρίθη καὶ εἶπεν· πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου, λέγων, ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτόν, ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ περιέβαλον αὐτὸν ἱμάτια.» 4.17.10 καὶ ἑξῆς ἐπιλέγει· «ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου, καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατόσκοποί εἰσιν, διότι ἄγω τὸν δοῦλόν μου ἀνατολήν». 4.17.11 καὶ μετὰ βραχέα τούτοις ἐπιφέρει λέγων· «καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων, λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησμῶν αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν, καὶ εἰσελεύσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον, καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, καὶ ἐρεῖς πρὸς αὐτόν, τάδε λέγει κύριος παντοκράτωρ, ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου· καὶ αὐτὸς λήψεται ἀρετήν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων». 4.17.12 Καὶ ὁ ἐν τῷ παρόντι προφήτῃ μέγας ἱερεὺς ἀναγορευόμενος Ἰησοῦς λευκοτάτην εἰκόνα καὶ σύμβολον ἐναργὲς δοκεῖ μοι σῴζειν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ, τῇ τε αὐτοῦ προσηγορίᾳ τιμηθεὶς καὶ τῆς ἐπανόδου τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας τοῦ λαοῦ καθηγησάμενος, 4.17.13 ἐπεὶ καὶ ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀφεῖσθαι εἴρηται διὰ Ἡσαΐου τοῦ προφήτου «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, παρακαλέσαι τε πάντας τοὺς πενθοῦντας, καὶ δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης». ἔχεις τοιγαροῦν ἤδη δύο μεγάλους ἀρχιερεῖς, τὸν μὲν παρὰ Μωσεῖ Χριστόν, τὸν δὲ μετὰ χεῖρας Ἰησοῦν, τὰ σύμβολα τῆς περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀληθείας δι' ἑαυτῶν ἐπενηνεγμένους. 4.17.14 ἀλλ' ὁ μὲν Ἀαρών, ὁ παρὰ Μωσεῖ Χριστός, τῆς παρ' Αἰγυπτίοις ἀπαλλάξας τὸν λαὸν δουλείας, ἐπ' ἐλευθερίᾳ τε καὶ θεραπείᾳ τοῦ θεοῦ τῆς ἀπ' Αἰγύπτου πορείας αὐτῶν ἡγησάμενος, τὴν εἰκόνα σῴζοι ἂν τοῦ ἀληθοῦς κυρίου, ὃς τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐλυτρώσατο. 4.17.15 ὁ δ' ἐν τῷ προφήτῃ Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας τῆς ἀπὸ Βαβυλῶνος ἐπὶ τὴν Ἱερουσαλὴμ ἐπανόδου προέστη, δεῖγμα φέρων καὶ αὐτὸς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, ὃν ἔχομεν «ἱερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς», δι' οὗ καὶ αὐτοὶ ὥσπερ ἐκ Βαβυλῶνος τῆς κατὰ τὸν ἐνεστῶτα βίον συγχύσεώς τε καὶ αἰχμαλωσίας ἀπολυτρωθέντες εἰς τὴν οὐρανόπολιν, τὴν ἀληθῶς Ἱερουσαλήμ, σπεύδειν ἐδιδάχθημεν. 4.17.16 εἰκότως δὲ ὁ τὴν εἰκόνα τῆς ἀληθείας δι' ἑαυτοῦ φέρων Ἰησοῦς καὶ ῥυπαρὰ ἱμάτια περιεβέβλητο, καὶ ὁ διάβολος ἐκ δεξιῶν αὐτοῦ ἑστὼς καὶ ἀντικείμενος αὐτῷ λέγεται, ἐπεὶ καὶ ὁ ἀληθῶς σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς εἰς τὴν ἡμετέραν καταβὰς αἰχμαλωσίαν τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν, καὶ τὸν ἀνθρώπειον ῥύπον ἀνεμάξατο, τά τε κατὰ τὸ πάθος αἴσχη διὰ τὴν πρὸς ἡμᾶς φιλανθρωπίαν ὑπέμεινεν. 4.17.17 διό φησιν ὁ Ἡσαΐας· «οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δ' ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν». ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς ἰδὼν τὸν κύριον εἶπεν· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου». 4.17.18 καὶ ὁ Παῦλος τούτοις παραπλησίως περὶ αὐτοῦ γράφων φησίν· «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα ἐν αὐτῷ», καὶ «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». ταῦτα δὴ οὖν ἅπαντα θεσπίζουσα ἡ προφητεία ἐδήλου δι' ὧν φησιν· «καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά». 4.17.19 πλὴν ἀλλὰ ταῦτα ἀποθέμενος κατὰ τὴν εἰς