112
τοῦ θελήματος ἐξουσίαν παρίστησι, διὰ δὲ τοῦ προσθεῖναι τὸ Καὶ ἐγένετο οὕτως, τὸ μηδεμίαν εἶναι δια φορὰν βουλήσεως καὶ ἐνεργείας ἐπὶ τῆς θείας ἐνδείκνυται φύσεως· ἀλλὰ διδάσκει καθηγεῖσθαι μὲν ἐπὶ θεοῦ τῆς ἐν εργείας τὴν νόησιν, οὐκ ἐφυστερίζειν δὲ μετὰ τὸ νοηθὲν τὸ ἐνεργούμενον, ἀλλ' ἅμα τὰ δύο καὶ κατὰ ταὐτὸν θεω ρεῖσθαι, τήν τε τοῦ νοῦ κίνησιν καὶ τὴν ἀποτελεστικὴν τοῦ 2.1.229 πράγματος δύναμιν. οὐδὲν γὰρ ἔδωκεν ἐννοῆσαι μέσον ὁ λόγος τῆς προαιρέσεως καὶ τῆς πράξεως, ἀλλ' ὥσπερ τῇ ἐξάψει τῆς φλογὸς καὶ ἡ αὐγὴ συνεκφαίνεται καὶ ἐξ ἐκείνης οὖσα καὶ μετ' αὐτῆς συνεκλάμπουσα, κατὰ τὸν αὐτὸν τρόπον ἔργον μὲν τοῦ θείου θελήματος ἡ τῶν γεγονότων ἐστὶν ὑπόστασις, οὐ μὴν δευτερεύει τῇ τάξει μετὰ τὸ βούλημα. 2.1.230 οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖν ἀεὶ μὲν εἶναι ναυπηγόν φαμεν τῇ δυνάμει τὸν τὴν ναυπηγικὴν ἔχοντα τέχνην, ἐνεργεῖν δὲ τότε, ὅταν ἐπὶ τῶν ἔργων δείξῃ τὴν ἐπιστήμην, οὐχ οὕτως καὶ ἐπὶ τῆς μακαρίας ζωῆς. ἀλλ' ὅλον ὅτιπέρ ἐστιν ἐν ἐκείνῃ νοούμενον ἐνέργεια καὶ πρᾶξίς ἐστιν, ἀμέσως τοῦ βουλήματος πρὸς τὸ κατὰ πρόθεσιν τέλος 2.1.231 μεθισταμένου. ὡς τοίνυν μαρτυρεῖ τῷ δημιουργῷ τὴν δόξαν ἡ ἐν τῷ οὐρανῷ διακόσμησις καὶ ὁμολογεῖ τὸν πεποιηκότα καὶ φωνῆς οὐ προσδέεται, οὕτω μοι τὸ ἔμπαλιν ἐκ τῆς τοῦ Μωϋσέως γραφῆς μεταλαβὼν ἄν τις λογίσαιτο, ὅτι καὶ ἑαυτοῦ κτίσμα ὁ θεὸς λέγει τὸν κόσμον ὁ τῷ προστάγματι τὸ πᾶν οὐσιώσας καὶ ῥημάτων πρὸς δήλωσιν τῆς ἐννοίας 2.1.232 ταύτης οὐκ ἐπιδέεται. ὡς οὖν ὁ ἀκούσας οὐρανοῦ διηγου μένου διεξοδικὸν οὐκ ἐζήτησε λόγον (λαλεῖ γὰρ τῷ νοῦν ἔχοντι διὰ τῶν γινομένων ὁ κόσμος τὴν διὰ τῶν ῥημάτων δήλωσιν χαίρειν ἐάσας), οὕτω κἂν τοῦ Μωϋσέως λέγοντός τις ἀκούσῃ, ὡς τοῦ θεοῦ ὀνομαστὶ περὶ τῶν καθ' ἕκαστον τοῦ κόσμου μερῶν διατάττοντός τε καὶ κελεύοντος, μήτε ψεύδεσθαι τὸν προφήτην ὑπονοείτω μήτε μικροῖς καὶ χαμαι ζήλοις νοήμασι κατασμικρυνέτω τὴν τῶν ὑψηλῶν θεωρίαν, οἷον ἐξανθρωπίζων διὰ τῶν τοιούτων τὸ θεῖον καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν φωνῇ τὰ προστάγματα διεξοδεύειν ὑποτιθέμενος, ἀλλὰ τὸ μὲν πρόσταγμα δηλούτω τὴν βού λησιν, τὰ δὲ τῶν κτισθέντων ὀνόματα αὐτὴν διασημαινέτω τὴν τῶν γεγονότων ὑπόστασιν· ὥστε τὰ δύο διὰ τῶν εἰρη μένων μαθεῖν, καὶ ὅτι βουληθεὶς ὁ θεὸς τὰ πάντα κατείρ γασται καὶ ὅτι ἀπραγμόνως τε καὶ ἀκόπως τὸ θεῖον βού λημα φύσις ἐγένετο. 2.1.233 Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ' αὐτοῦ γεγενῆσθαι κατα σκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θεὸς κατὰ τὴν ἀντιληπτικὴν ἡμῶν αἴσθησιν διὰ τῆς τῶν ὀφθαλμῶν ἐνερ γείας πάντως ὑπονοήσει καὶ τὸ Ἤκουσε κύριος καὶ ἠλέησέ με καὶ Ὠσφράνθη ὀσμὴν εὐωδίας καὶ ὅσα περὶ κεφαλῆς θείας ἢ ποδὸς ἢ χειρὸς ἢ ῥινὸς ἢ βλεφάρων ἢ δακτύλων ἢ ὑπο δήματος ἡ γραφὴ σωματικώτερον διεξέρχεται, πάντα κατὰ τὸ προχείρως σημαινόμενον ἐκλαβὼν ἀνθρωποειδὲς ἡμῖν διαγράψει τὸ θεῖον καθ' ὁμοιότητα τῶν ἐν ἡμῖν φαινομένων. 2.1.234 εἰ δὲ δακτύλων τις ἔργα τοὺς οὐρανοὺς ἀκούων καὶ χεῖρα κραταιὰν καὶ βραχίονα ὑψηλὸν καὶ ὀφθαλμὸν καὶ βλέφαρα καὶ πόδα καὶ ὑποδήματα θεοπρεπεῖς ἐννοίας δι' ἑκάστου τῶν εἰρημένων ἀναλογίζεται καὶ οὐ διαμολύνει τὸν περὶ τῆς καθαρᾶς φύσεως λόγον ταῖς σωματικαῖς ὑπολήψεσι καταρ ρυπαίνων, ἀκόλουθον ἂν εἴη καὶ τὰς τῶν ῥημάτων ἐκφω νήσεις ἐνδεικτικὰς μὲν ἡγεῖσθαι τοῦ θείου βουλήματος, μὴ μέντοι φωνὰς ἐνάρθρους ὑπολαμβάνειν, ἀλλ' ἐκεῖνο λογί ζεσθαι, ὅτι ὁ τῆς λογικῆς φύσεως δημιουργὸς ἀναλογοῦντα τῷ μέτρῳ τῆς φύσεως τὸν λόγον ἡμῖν δεδώρηται, ὡς ἂν 2.1.235 ἔχοιμεν ἐξαγγέλλειν δι' αὐτοῦ τῆς ψυχῆς τὰ κινήματα. ὅσον δὲ ἀπέχει ἡ φύσις τῆς φύσεως, ἡ θεία λέγω τῆς ἡμετέρας, κατὰ τὸ ἴσον μέτρον τῆς ἀποστάσεως πάντα τὰ περὶ αὐτὴν ὄντα τῶν ἐν ἡμῖν θεωρουμένων πρὸς τὸ μεγαλειότερόν τε καὶ θεοπρεπέστερον τὴν παραλλαγὴν ἔχει· καὶ ὡς ἡ δύ