112
ἐγκαλέσῃ ὑπὲρ τῆς εἰς τοὺς δούλους ἀμελείας. Ἀνιέντες τὴν ἀπειλήν. Μὴ φορτικοὶ, φησὶ, μηδὲ ἐπαχθεῖς γίνεσθε. Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Βαβαί! ἡλίκον ᾐνίξατο! πῶς ἐφόβησε! Τουτέστι, τῷ μέτρῳ, ᾧ μετρεῖς, ἀντιμετρηθήσεταί σοι. Μὴ ἀκούσῃς· ∆οῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι. Καὶ προσωποληψία, φησὶν, οὐκ ἔστι παρ' αὐτῷ. Μὴ νομίσῃς, φησὶν, ὅτι τὰ εἰς τὸν δοῦλον, ὡς εἰς δοῦλον γινόμενα, οὕτως ἀφήσει. Οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες νόμοι· ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ ∆εσπότου οὐδεμίαν οἶδε διαφορὰν, ἅτε κοινῇ πάντας εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς. Εἰ δέ τις ἔροιτο πόθεν ἡ δουλεία, καὶ διὰ τί εἰς τὸν βίον εἰσῆλθε τὸν ἀνθρώπινον (καὶ γὰρ οἶδα πολλοὺς καὶ ἐρωτῶντας τὰ τοιαῦτα ἡδέως καὶ μαθεῖν βουλομένους), ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· Ἡ πλεονεξία τὴν δουλείαν ἔτεκεν, ἡ βαναυσία, ἡ ἀπληστία· ἐπεὶ Νῶε δοῦλον οὐκ εἶχεν, οὐδὲ Ἄβελ, οὐδὲ Σὴθ, ἀλλ' οὐδὲ οἱ μετὰ ταῦτα. Ἁμαρτία τοῦτο τὸ πρᾶγμα ἔτεκεν, ἡ εἰς τοὺς πατέρας ὕβρις. Ἀκουέτωσαν οἱ παῖδες, ὅτι ἄξιοί εἰσι δοῦλοι εἶναι, ὅταν εἰς τοὺς πατέρας ἀγνώμονες ὦσιν. Ἀφείλετο ἑαυτοῦ ὁ τοιοῦτος τὴν εὐγένειαν· ὁ γὰρ ὑβρίζων τὸν πατέρα, οὐκ ἔστιν ἔτι υἱός. Εἰ δὲ ὁ πατέρα ὑβρίζων, οὐκ ἔστιν υἱὸς, ὁ τὸν ὄντως ἡμῶν Πατέρα ὑβρίζων, πῶς ἔσται υἱός; Ἐξῆλθεν ἀπὸ τῆς εὐγενείας, ἐξύβρισεν εἰς τὴν φύσιν. Εἶτα καὶ πόλεμοι καὶ μάχαι αἰχμαλώτους ἔλαβον. Ἀλλ' ὁ Ἀβραὰμ εἶχεν οἰκέτας, φησίν. Ἀλλ' οὐχ ὡς οἰκέταις ἐκέχρητο. Ὅρα πῶς πάντα εἰς τὴν κεφαλὴν ἀναρτᾷ· τὴν γυναῖκα, Ἵνα, φησὶν, ἀγαπᾷ ταύτην· τὰ παιδία, Ἵνα ἐκτρέφῃ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· τοὺς δούλους, Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Οὕτω, φησὶ, καὶ αὐτοὶ, ὡς δοῦλοι ὄντες, φιλάνθρωποι γίνεσθε καὶ συγγνωμονικοί. Εἰ δὲ βούλεσθε ἀκοῦσαι, τὰ αὐτὰ ἐροῦμεν περὶ τῶν οἰκετῶν, ἃ καὶ πρότερον περὶ τῶν παίδων· διδάσκετε 62.158 αὐτοὺς εἶναι εὐλαβεῖς, καὶ πάντως πάντα ἕπεται. 62.158 Νῦν δὲ εἰς μὲν θέατρον ἀνιὼν, καὶ εἰς βαλανεῖον ἀπιών τις, πάντας ἐπισύρεται τοὺς παῖδας· εἰς δὲ ἐκκλησίαν, οὐκέτι, οὐδὲ ἀναγκάζει παρεῖναι καὶ ἀκούειν. Πῶς δὲ ὁ οἰκέτης ἀκούσεται, σοῦ τοῦ δεσπότου ἑτέροις προσέχοντος; Ἠγόρασας, ἐπρίω τὸν δοῦλον; ἐπίταττε πρότερον αὐτῷ τὰ κατὰ Θεὸν, ὥστε πρὸς τοὺς συνδούλους εἶναι ἤπιον, ἀρετῆς πολὺν ποιεῖσθαι λόγον. Πόλις ἐστὶν ἡ ἑκάστου οἰκία, ἄρχων ἐστὶν ἕκαστος τῆς ἑαυτοῦ οἰκίας. Καὶ ὅτι μὲν τοιαύτη ἡ τῶν πλουτούντων, εὔδηλον, ἔνθα καὶ ἀγροὶ καὶ ἐπίτροποι καὶ ἄρχοντες ἐπὶ ἄρχουσιν· ἐγὼ δὲ καὶ τὴν τῶν πενήτων οἰκίαν φημὶ πόλιν εἶναι. Καὶ γὰρ καὶ ἐνταῦθά εἰσιν ἀρχαί· οἷον, κρατεῖ τῆς γυναικὸς ὁ ἀνὴρ, ἡ γυνὴ τῶν οἰκετῶν, οἱ οἰκέται τῶν ἰδίων γυναικῶν· πάλιν αἱ γυναῖκες καὶ οἱ ἄνδρες τῶν παίδων. Ἆρα οὐ δοκεῖ σοι, καθάπερ τις βασιλεὺς εἶναι, τοσούτους ἔχων ἄρχοντας ὑποτεταγμένους ἑαυτῷ, καὶ πάντων προσήκειν αὐτὸν οἰκονομικώτερον εἶναι καὶ πολιτικώτερον; Ὁ γὰρ εἰδὼς διαφόρως κεχρῆσθαι τούτοις, οἶδε τοὺς ἐπιτηδείους ἄρχοντας αἱρεῖσθαι, καὶ αἱρήσεταί γε λαμπρούς. Οὐκοῦν ἔσται βασιλεὺς ἕτερος ἡ γυνὴ ἐν οἰκίᾳ χωρὶς τοῦ διαδήματος, καὶ ὁ εἰδὼς τὸν βασιλέα τοῦτον αἱρεῖσθαι, πάντα τὰ ἄλλα καλῶς διαθήσει. Τὸ λοιπὸν, ἀδελφοί μου, φησὶν, ἐνδυναμοῦσθε ἐν Κυρίῳ. Ὅταν μέλλῃ τελευτᾷν ὁ λόγος, ἀεὶ τούτῳ κέχρηται τῷ τρόπῳ. γʹ. Οὐχὶ καλῶς ἔλεγον ἐξ ἀρχῆς, ὅτι στρατόπεδόν ἐστιν ὁλόκληρον ἡ ἑκάστου οἰκία; Ἰδοὺ γὰρ διατάξας πάσας τὰς ἀρχὰς, λοιπὸν αὐτοὺς καθοπλίζει, καὶ ἐπὶ πόλεμον ἐξάγει. Ἐὰν γὰρ μηδεὶς τὴν ἀρχὴν ἁρπάζῃ τὴν τοῦ ἑτέρου, ἀλλὰ κατὰ χώραν ἕκαστος μένῃ, πάντα εὖ διακείσεται. Ἐνδυναμοῦσθε, φησὶν, ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· τουτέστιν, ἐν τῇ ἐλπίδι τῇ εἰς αὐτὸν διὰ τῆς αὐτοῦ βοηθείας. Ἐπειδὴ γὰρ πολλὰ ἐπέταξεν ἅπερ ἔδει γενέσθαι, μὴ δείσητε, φησὶν, ἐπιῤῥίψατε τὴν ἐλπίδα ἐπὶ τὸν Κύριον, καὶ πάντα ἐξευμαρίσει. Καὶ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Οὐκ εἶπε, Πρὸς τὰς μάχας, οὐδὲ, Πρὸς τοὺς πολέμους, ἀλλὰ, Πρὸς τὰς