113
οὐρανοὺς ἄνοδον καὶ τὴν ἀπὸ τῆς καθ' ἡμᾶς αἰχμαλωσίας εἰς τὰ οἰκεῖα ἐπάνοδον, τῷ τῆς πατρικῆς θεότητος στεφανοῦται διαδήματι, καὶ τὴν λαμπροτάτην στολὴν τοῦ πατρικοῦ φωτὸς περιτίθεται, κιδάρει τε ἐνθέῳ καὶ τοῖς ἄλλοις ἀρχιερατικοῖς κόσμοις κατακοσμεῖται. οὐ χαλεπὰ δὲ καὶ τὰ κατὰ τὸν διάβολον ἀποδοῦναι, ὃς ἔτι καὶ νῦν ἀντικείμενος τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ καὶ τῇ καθ' ὅλης τῆς οἰκουμένης ὑπ' αὐτοῦ ἱδρυθείσῃ ἐκκλησίᾳ, αὐτῷ τῷ σωτῆρι ἡμῶν ἀνθέστηκεν, καὶ πρότερον αὐτῷ ἐξ ἐναντίας ἐπιστρατεύσας, ὅτε παρῆν ἡμᾶς ἐκ τῆς ὑπ' αὐτὸν αἰχμαλωσίας ῥυόμενος. 4.17.20 ἐπείρασε γοῦν αὐτὸν καὶ πρότερον, καὶ δεύτερον, ὅτε κατὰ 4.17.20 τὸ πάθος τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσατο. 4.17.21 ἐφ' οἷς ἅπασιν καὶ τὸν διάβολον καὶ τοὺς ὑπ' αὐτῷ πάντας ἀοράτους ἐχθρούς τε καὶ πολεμίους τροπωσάμενος τοὺς αἰχμαλώτους ἡμᾶς οἰκείους αὐτοῦ κατηρτίσατο, καὶ ἐξ ἡμῶν αὐτῶν, ὡς ἂν ἐκ λίθων ζώντων, τὸν οἶκον τοῦ θεοῦ καὶ τὸ τῆς εὐσεβείας πολίτευμα ἐστήσατο, ὥστε εἰκότως ἐφαρμόζειν αὐτῷ τὸ λόγιον φάσκον· «ἰδοὺ ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου· καὶ αὐτὸς λήψεται ἀρετήν, καὶ καθιεῖται καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ». 4.17.22 πρόσσχες δ' οὖν ἐπιμελῶς τίνα τρόπον νῦν μὲν πνευματικῶς, περὶ τοῦ πάλαι λέγων Ἰησοῦ τοῦ τὴν εἰκόνα τοῦ ἀληθοῦς φέροντος, φησὶν τὸ «ἰδοὺ ἀνατολὴ ὄνομα αὐτῷ», σμικρὸν δ' ὑποβάς, ὡς περὶ ἑτέρου ὄντος ἀνατολῆς αὐτῷ δὴ τῷ τότε παρόντι Ἰησοῦ λέλεκται· «ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου, διότι ἄνδρες τερατοσκόποι εἰσίν. ἰδοὺ ἄγω τὸν δοῦλόν μου ἀνατολήν». εἰ δὴ οὖν ὁ λόγος ἦν περὶ μέλλοντος ἥξειν ἑτέρου, ἀληθέστερον παρὰ τὸν τότε ἀνατολῆς ὀνομαζομένου, εἰκὼν ἄρα τοῦ μέλλοντος ἥξειν ἀνατολῆς ἐκεῖνος ἦν, ὡς ἐν εἰκόνι οὐ μόνον Ἰησοῦς ἀλλὰ καὶ ἀνατολὴ προσαγορευόμενος, εἴ γε ὡς πρὸς παρόντα αὐτὸν τὸ «ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ» ἐλέγετο. 4.17.23 εἰκότως οὖν τῆς εἰκόνος ἕνεκα καὶ οὗτος τῆς τοῦ σωτῆρος προσηγορίας ἠξίωτο, ὥσπερ οὖν καὶ τῆς ἀνατολῆς. ἐπειδὴ «σωτήριον θεοῦ» εἰς τὴν Ἑλλάδα φωνὴν τὸ τοῦ Ἰησοῦ μεταληφθὲν ὄνομα σημαίνει Ἰσουὰ μὲν γὰρ παρ' Ἑβραίοις σωτηρία, Ἰησοῦς δὲ παρὰ τοῖς αὐτοῖς Ἰωσουὲ ὀνομάζεται· Ἰωσουὲ δέ ἐστιν Ἰαὼ σωτηρία, τοῦτ' ἔστιν θεοῦ σωτήριον, εἰκότως, εἴ που «θεοῦ σωτήριον» ἐν τοῖς Ἑλληνικοῖς ἀντιγράφοις ὠνόμασται, οὐδ' ἄλλο τι ἢ τὸν Ἰησοῦν κατὰ τὴν Ἑβραίων φωνὴν πέπεισο δηλοῦσθαι. 4.17.24 Τούτων καὶ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προσηγορίας ἐπὶ τοσοῦτον εἰρημένων, ἐξ ἑτέρας αὖθις ἀρχῆς τὸν λόγον ἀναλαβόντες, ἐπὶ τὰς ἐντελεστέρας περὶ αὐτοῦ προφητικὰς ἀποδείξεις μεταβησόμεθα. 5.Pin.t Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. 5.Pin.1 αʹ. Τίς ὁ τρόπος ἦν καθ' ὃν οἱ παρ' Ἑβραίοις προφῆται τὰ μέλλοντα προεθέσπιζον καὶ τὴν ἀληθῆ θεολογίαν ἐφώτιζον. Ὅσαι προφητικαὶ φωναὶ τῆς ἐνθέου προϋπάρξεως τοῦ σωτῆρος μνήμην ἐποιήσαντο. αʹ. Ἀπὸ τῶν Παροιμιῶν. βʹ. Ψαλμοῦ μδʹ. γʹ. Ψαλμοῦ ρθʹ. δʹ. Τοῦ Ἡσαΐου. εʹ. Ψαλμοῦ λβʹ. ʹ. Τοῦ Ἡσαΐου. ζʹ. Τῆς Γενέσεως. ηʹ. Τῆς αὐτῆς. θʹ. Τῆς αὐτῆς. ιʹ. Τῆς αὐτῆς. ιαʹ. Τῆς αὐτῆς. ιβʹ. Τῆς αὐτῆς. ιγʹ. Τῆς Ἐξόδου. ιδʹ. Τῆς αὐτῆς. ιεʹ. Τῆς αὐτῆς. ιʹ. Τῆς αὐτῆς. ιζʹ. Τῆς αὐτῆς. ιηʹ. Ἀπὸ τῶν Ἀριθμῶν. ιθʹ. Τοῦ Ἰησοῦ τοῦ Ναυῆ. κʹ. Τοῦ Ἰώβ. καʹ. Ψαλμοῦ ʹ. κβʹ. Τοῦ Ὠσηέ. κγʹ. Τοῦ Ἀμώς. κδʹ. Τοῦ Ἀβδιοῦ. κεʹ. Τοῦ Ζαχαρίου. κʹ. Τοῦ αὐτοῦ. κζʹ. Τοῦ αὐτοῦ. κηʹ. Τοῦ Μαλαχίου. κθʹ. Τοῦ αὐτοῦ. λʹ. Τοῦ Ἱερεμίου. Λόγος εʹ. Ἐπειδὴ διττὸς ὁ τρόπος ὁ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέφανται ἐν τῷ πρὸ τούτου συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ὁ μὲν ὑπερφυὴς καὶ ἐπέκεινα καθ' ὃν ὁριζόμεθα αὐτὸν εἶναι μονογενῆ θεοῦ υἱόν, ἢ οὐσιώδη τοῦ θεοῦ λόγον, δεύτερον τῶν ὅλων αἴτιον, ἢ οὐσίαν νοεράν, καὶ θεοῦ πρωτότοκον ἐνάρετον φύσιν, τὴν πρὸ τῶν γενητῶν θείαν καὶ πανάρετον δύναμιν, ἢ τῆς ἀγενήτου φύσεως νοερὰν εἰκόνα, ὁ δὲ συγγενὴς ἡμῖν καὶ μᾶλλον οἰκεῖος καθ' ὃν πάλιν αὐτὸν