113
μεθοδείας. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ φανερῶς ἡμῖν ὁ ἐχθρὸς πολεμεῖ, ἀλλὰ μεθοδείᾳ. Τί ἐστι μεθοδεία; Μεθοδεῦσαί ἐστι τὸ ἀπατῆσαι, καὶ διὰ μηχανῆς ἑλεῖν, ὅπερ καὶ ἐπὶ τῶν τεχνῶν γίνεται, καὶ ἐν λόγοις, καὶ ἐν ἔργοις, καὶ ἐν παλαίσμασιν, ἐπὶ τῶν παραγόντων ἡμᾶς. Οἷόν τι λέγω· Οὐδέποτε φανερὰ προτίθησι τὰ ἁμαρτήματα, εἰδωλολατρείαν οὐ λέγει, ἀλλ' ἑτέρως αὐτὸ κατασκευάζει μεθοδεύων, τουτέστι, πιθανὸν κατασκευάζων τὸν λόγον, ἐπικαλύμμασι κεχρημένος. Ἤδη μὲν οὖν καὶ τούτῳ διήγειρε τοὺς στρατιώτας, καὶ νήφειν ἐποίησε, τῷ πεῖσαι καὶ διδάξαι, ὅτι πρὸς ἔμπειρον τῶν πολεμικῶν ἡμῖν ἡ μάχη, καὶ οὐχ ἁπλῶς οὐδὲ φανερῶς πολεμοῦντα, ἀλλὰ μετὰ πολλῆς τῆς μεθοδείας. Καὶ πρῶτον μὲν ἀπὸ τῆς φύσεως καὶ τοῦ πλήθους τοὺς μαθητὰς ἐπαίρει. Οὐχὶ καταβαλεῖν βουλόμενος τοὺς ὑπ' αὐτὸν ἑστῶτας στρατιώτας, ἀλλ' ἐπᾶραι καὶ διεγεῖραι, εἶπε τὰ σοφίσματα, καὶ παρεσκεύασε νήφειν. Εἰ μὲν γὰρ μόνον διηγησάμενος αὐτῶν τὴν δύναμιν μέχρι τούτου τὸν λόγον ἔστησε, κἂν κατέβαλεν αὐτούς· εἰ 62.159 δὲ καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο δείκνυσι δυνατὸν εἶναι τὸν τοιοῦτον ἑλεῖν, μᾶλλον αὐτοὺς ἐπαίρει. Ἡ γὰρ τῶν ἐναντίων ἰσχὺς ὅσῳ ἂν σαφέστερον παρ' ἡμῶν ἀπαγγέλληται πρὸς τοὺς οἰκείους, τοσούτῳ σπουδαιοτέρους ποιεῖ τοὺς ἡμετέρους. Ὅτι οὐκ ἔστιν ἡμῖν, φησὶν, ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Προτρέψας ἀπὸ τοῦ εἴδους τῆς μάχης, λοιπὸν καὶ ἀπὸ τῶν ἐπάθλων τῶν κειμένων αὐτοὺς διεγείρει. Τί γάρ; Εἰπὼν ὅτι σφοδροὶ οἱ ἐχθροὶ, ἐπήγαγεν, ὅτι καὶ μεγάλα ἡμᾶς ἀποστεροῦσι. Ποῖα; Ἐν τοῖς ἐπουρανίοις ἡ μάχη κεῖται· οὐ περὶ χρημάτων, οὐ περὶ δόξης, ἀλλ' ὑπὲρ ἀνδραποδισμοῦ ὁ ἀγών. Ὥστε ἀκατάλλακτος ἡ ἔχθρα γίνεται. Σφοδροτέρα ἡ φιλονεικία καὶ ἡ μάχη, ὅταν ὑπὲρ μεγάλων ᾖ. Τὸ γὰρ, Ἐν τοῖς ἐπουρανίοις, ἀντὶ τοῦ, ὑπὲρ τῶν ἐπουρανίων, ἐστίν· οὐχ ἵνα αὐτοί τινος τύχωσι νικήσαντες, ἀλλ' ἵνα ἡμᾶς ἀποστερήσωσιν· ὡς ἂν εἰ ἔλεγεν, Ἡ συνθήκη ἔν τινι κεῖται, τὸ ἐν, ὑπέρ ἐστι, καὶ τὸ ἐν, διά ἐστιν. Ὅρα πῶς ἡμᾶς διεγείρει ἡ δύναμις τοῦ ἐχθροῦ, καὶ νήφειν ποιεῖ, τὸ εἰδέναι ὑπὲρ μεγάλων ὄντα τὸν κίνδυνον, καὶ ὑπὲρ μεγάλων τὴν νίκην· τοῦ γὰρ οὐρανοῦ ἡμᾶς ἐκβάλλειν σπουδάζει. Ἀρχὰς τίνας φησὶ καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου; ποίου σκότους; ἆρα τῆς νυκτός; Οὐδαμῶς, ἀλλὰ τῆς πονηρίας· Ἦμεν γὰρ, φησὶ, σκότος ποτὲ, οὕτω τὴν πονηρίαν λέγων τὴν ἐν τῷ παρόντι βίῳ. Οὐ γὰρ ἕξει περαιτέρω χώραν, οὐκ ἐν οὐρανῷ, οὐκ ἐν τῷ μετὰ ταῦτα αἰῶνι. Κοσμοκράτορας δὲ αὐτούς φησιν, οὐχ ὡς τοῦ κόσμου κρατοῦντας, ἀλλ' ὡς τῶν πονηρῶν ἔργων ὄντας αἰτίους. Οἶδε γὰρ κόσμον καλεῖν ἡ Γραφὴ τὰς πονηρὰς πράξεις· ὡς ὅταν λέγῃ ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, ὥσπερ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Ἆρα οὖν οὐκ ἦσαν ἐκ τοῦ κόσμου; οὐχὶ σάρκα περιέκειντο; οὐ τῶν ἐν κόσμῳ ἦσαν; Καὶ πάλιν· Ὁ κόσμος ἐμὲ μισεῖ, ὑμᾶς δὲ οὐ δύναται μισεῖν· πάλιν τὰς πονηρὰς πράξεις λέγων οὕτως. Ἢ κόσμον ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους λέγει· οἱ γὰρ δαίμονες μᾶλλον τούτων κρατοῦσι. Πρὸς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ, φησὶ, τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἀρχὰς καὶ ἐξουσίας φησὶ, καθάπερ καὶ ἐπὶ τῶν ἐπουρανίων εἰσὶ θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι. ∆ιὰ τοῦτο, φησὶν, ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Ἡμέραν πονηρὰν, τὸν παρόντα βίον, καὶ αἰῶνα δὲ πονηρὸν τοῦτον καλεῖ, ἀπὸ τῶν ἐν αὐτῷ γινομένων κακῶν. Τουτέστιν, Ἀεὶ ὁπλίζεσθε. Καὶ ἅπαντα, φησὶ, κατεργασάμενοι· τουτέστι, καὶ πάθη καὶ ἐπιθυμίας ἀτόπους καὶ τὰ ἐνοχλοῦντα ἡμῖν ἅπαντα. Οὐχ ἁπλῶς ἐργάσασθαι εἶπεν, ἀλλὰ κατεργάσασθαι, ὥστε οὐκ ἀνελεῖν μόνον, ἀλλὰ καὶ στῆναι μετὰ τὸ ἀνελεῖν. Πολλοὶ γὰρ τὴν νίκην ταύτην νικήσαντες, πάλιν ἔπεσον. Πάντα, φησὶ, κατεργασάμενοι, οὐ τὸ μὲν ναὶ, τὸ δὲ οὔ· δεῖ γὰρ καὶ μετὰ τὴν νίκην στάσεως. Ἐβλήθη ποτὲ, ἀλλὰ πάλιν ἀναζῇ τὰ βαλλόμενα· ἂν μὴ στῶμεν,