114
τὰς τῶν ἁγίων προφητῶν δια σχηματίζουσαν γλώσσας, διὰ τούτων ἡμᾶς εἰς τὴν τῶν ὑψηλῶν χειραγωγεῖν κατανόησιν, οὐ κατὰ τὴν ἰδίαν μεγα λοφυΐαν ποιουμένην τὴν διδασκαλίαν (πῶς γὰρ ἂν ἐν τῷ μικρῷ χωρηθείη τὸ μέγα;), ἀλλὰ τῇ βραχύτητι τῆς 2.1.243 ἡμετέρας συγκατιοῦσαν δυνάμεως. καὶ ὥσπερ τὴν κινητικὴν τῷ ζῴῳ δύναμιν δοὺς ὁ θεὸς οὐκέτι δημιουργεῖ καὶ τὰ καθ' ἕκαστον διαβήματα (ἅπαξ γὰρ τὴν ἀρχὴν λαβοῦσα παρὰ τοῦ πεποιηκότος ἡ φύσις ἑαυτὴν κινεῖ τε καὶ διεξάγει πρὸς τὸ ἑκάστοτε δοκοῦν ἐνεργοῦσα τὴν κίνησιν, πλὴν παρὰ κυρίου λέγεται τῷ ἀνδρὶ τὰ διαβήματα κατευθύνεσθαι), οὕτως καὶ τὸ δύνασθαι λαλεῖν τε καὶ φθέγγεσθαι καὶ τὸ διὰ φωνῆς ἐξαγγέλλειν τὸ βούλημα παρὰ τοῦ θεοῦ λαβοῦσα ὁδῷ πορεύεται διὰ τῶν πραγμάτων ἡ φύσις, σημεῖά τινα τοῖς οὖσι διὰ τῆς ποιᾶς τῶν φθόγγων διαφορᾶς ἐπιβάλλουσα. 2.1.244 καὶ ταῦτά ἐστι τὰ παρ' ἡμῶν λεγόμενα ῥήματά τε καὶ ὀνόματα, οἷς τὴν δύναμιν τῶν πραγμάτων διασημαίνομεν. κἂν λέγηται παρὰ τοῦ Μωϋσέως πρὸ τῆς τῶν καρπῶν γε νέσεως ὁ καρπὸς καὶ πρὸ τῆς τῶν σπερμάτων τὰ σπέρματα, οὐκ ἐλέγχει τὸν ἡμέτερον λόγον, οὐδὲ μάχεται τοῖς περὶ 2.1.245 τῆς ἐπινοίας εἰρημένοις ἡ τοῦ νομοθέτου διάνοια. ὃ γὰρ ἡμεῖς πέρας ὀνομάζομεν τῆς παρελθούσης γεωργίας καρ πὸν λέγοντες, ἀρχὴν δὲ τῆς μελλούσης σπέρμα προσαγορεύ οντες, τοῦτο τὸ πρᾶγμα τὸ τοῖς ὀνόμασιν ὑποκείμενον, εἴτε σῖτον εἴτε τι ἄλλο τῶν διὰ σπορᾶς πληθυνόντων, διδάσκει μὴ αὐτομάτως γενέσθαι, ἀλλ' ἐν θελήματι τοῦ πεποιηκότος μετὰ τῆς δυνάμεως ταύτης ἀναφυῆναι· ὥστε τὸν αὐτόν τε γίνεσθαι καρπὸν ἑαυτόν τε πάλιν ἄγειν σπέρμα γινόμενον 2.1.246 καὶ τῷ περιττεύοντι τρέφειν τὸν ἄνθρωπον. φύεται δὲ κατὰ θεῖον βούλημα πρᾶγμα, οὐκ ὄνομα· ὥστε τὸ μὲν καθ' ὑπό στασιν ὂν πρᾶγμα τῆς τοῦ πεποιηκότος δυνάμεως ἔργον εἶναι, τὰς δὲ γνωριστικὰς τῶν ὄντων φωνάς, δι' ὧν τὰ καθ' ἕκαστον πρὸς ἀκριβῆ τε καὶ ἀσύγχυτον διδασκαλίαν ἐπι σημειοῦται ὁ λόγος, ταῦτα τῆς λογικῆς δυνάμεως ἔργα τε καὶ εὑρήματα, αὐτὴν δὲ ταύτην τὴν λογικὴν δύναμίν τε καὶ φύσιν ἔργον θεοῦ. καὶ ἐπειδὴ τὸ λογικὸν ἐν πᾶσιν ἀνθρώποις, ἀναγκαίως κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς καὶ 2.1.247 αἱ τῶν ὀνομάτων διαφοραὶ θεωροῦνται. εἰ δή τις ἀνθρω πικῶς τὸ φῶς ἢ τὸν οὐρανὸν ἢ τὴν γῆν ἢ τὰ σπέρματα παρὰ τοῦ θεοῦ προσειρῆσθαι λέγοι, πάντως ὅτι κατὰ μίαν τινὰ γλώσσης ἰδιότητα γεγενῆσθαι κατασκευάσει τὸν λόγον. τίς οὖν αὕτη, δειξάτω. τὸν γὰρ ἐκεῖνο γινώσκοντα καὶ 2.1.248 τοῦτο μὴ ἀγνοεῖν πάντως οὐκ ἔξω τοῦ εἰκότος ἐστί. καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ μετὰ τὴν τοῦ πνεύματος κάθοδον καὶ πάλιν ἐν ἀκοαῖς τῶν Ἰουδαίων καὶ ἐν τῇ μεταμορφώσει φωνὴ γίνεται ἄνωθεν διδάσκουσα τοὺς ἀνθρώπους καὶ σχῆμά τι, μὴ τὸ φαινόμενον οἴεσθαι μόνον, ἀλλὰ καὶ τὸν ἀγαπη 2.1.249 τὸν υἱὸν τοῦ θεοῦ πιστεύειν εἶναι ἀληθῆ. ἡ τοιαύτη φωνὴ πρὸς τὴν τῶν ἀκουόντων σύνεσιν ἐν τῷ ἀερίῳ σώματι παρὰ τοῦ θεοῦ διετυπώθη κατὰ τὴν ἐπικρατοῦσαν τότε τῶν φθεγγομένων συνήθειαν γενομένη, οὕτω τοῦ θεοῦ τοῦ πάντας θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν πρὸς τὸν σκοπὸν τῆς σωτηρίας τῶν ἀκουόντων ἐν τῷ ἀέρι τὸν λόγον ἀρθρώσαντος, καθώς φησι καὶ πρὸς τοὺς Ἰουδαίους ὁ κύριος τοὺς οἰομένους βροντὴν γεγονέναι, διὰ τὸ ἐν ἀέρι συστῆναι τὸν ἦχον, ὅτι Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, 2.1.250 ἀλλὰ δι' ὑμᾶς. πρὸ δὲ τῆς τοῦ παντὸς συστάσεως οὐδενὸς ὄντος τοῦ ὑποδεχομένου τὸν λόγον ἢ σωματώδους στοιχείου τινὸς τοῦ τυπῶσαι τὴν ἔναρθρον δυναμένου φωνήν, ὁ λέγων ῥήμασι τὸν θεὸν κεχρῆσθαι πῶς ἀποδώσει τὸ εἰκὸς τῷ λόγῳ; αὐτὸς ἀσώματος, ἡ κτίσις οὐκ ἦν, οὐδὲν περὶ αὐτὸν ὑλῶδες ὁ λόγος ἐννοεῖν δίδωσιν, οἱ ὠφεληθέντες ἂν διὰ τῆς ἀκοῆς οὔπω συνέστησαν. ἀνθρώπων δὲ μὴ ὄντων οὐδὲ διαλέκτου τρόπος κατά τινα ἔθνους ἰδιότητα τετύπωτο πάν τως. ὁ τοίνυν πρὸς τὸ γράμμα ψιλὸν βλέπων τίσι λογι σμοῖς τῇ τοιαύτῃ διανοίᾳ παρίσταται ὡς τοῦ θεοῦ ταῦτα φθεγγομένου τὰ ῥήματά τε καὶ τὰ ὀνόματα; 2.1.251 Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν