1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

115

τυγχάνουσιν, τίς αἱρεῖ λόγος τοῦ ἐπὶ πάντων θεοῦ μαντείας εἶναι ἡγεῖσθαι τὰ τῶν δαιμόνων χρηστήρια ἢ τοῖς τοῦ θεοῦ προφήταις τὰ κατ' αὐτοὺς παραβάλλειν; ποταπαὶ δὲ αὐτῶν αἱ προρρήσεις, ἅς, ὅτε καὶ ἐδόκουν ὑφεστάναι, πρὸς τοὺς ἐρωτῶντας ἐποιοῦντο; ἆρα οὐχὶ περὶ ἀσέμνων ταπεινῶν τε καὶ εὐτελῶν ἀνδρῶν, πυκτῶν φέρε, ἤ τινων τοιούτων, οὓς θυσίαις τιμᾶν ἐκέλευον; ποῖα δὲ τὰ περὶ τῆς ἀνθρωποθυσίας νενόμιστο; κεφάλαιον γὰρ δὴ τοῦτο τῶν εἰρημένων. 5.Prooem.11 ἆρά τινι πράγματι κατέλιπον φαύλῳ ἀτοπίας ὑπερβολήν, εἰ δὴ οἱ σωτῆρες ἀνθρώπων θεοί τε καὶ ἀγαθοὶ δαίμονες τοὺς ἱκέτας αὐτῶν καὶ εὐσεβεῖς πρόσφυγας κατασφάττειν τὰ ἑαυτῶν φίλτατα ὡσπερεί τινα ἄλλα θρέμματα παρεκελεύοντο, ἄντικρυς ἀνθρωπείων αἱμάτων ὑπὲρ πᾶσαν θηρίων φύσιν διψῶντες, καὶ οὐδὲν ἄλλο ἢ αἱμοπότας καὶ ἀνθρωποβόρους ἀπωλείας τε φίλους εἶναι σφᾶς αὐτοὺς ἀπελέγχοντες. ἢ λεγέτω ὁ βουλόμενος, εἰ ἔχοι σεμνόν τι καὶ ἀρετῆς ἄξιον τῶν δηλουμένων ἐπιδεῖξαι, ἢ μαντείας καὶ προρρήσεις εἰς πᾶν γένος ἀνθρώπων συντεινούσας, ἢ νόμους καὶ πολιτικὰς διατάξεις καθ' οὓς χρῆν βιοῦν πάντας ἀνθρώπους διαγορευούσας, ἢ φιλοσοφίας δόγματά τε καὶ μαθήματα πρὸς τῶν θεῶν προβεβλημένα τοῖς ἐρασταῖς φιλοσοφίας. 5.Prooem.12 ἀλλ' οὐκ ἂν ἔχοι τις φάναι τοιοῦτον πώποτε ὑπῆρχθαι τῷ βίῳ ἐκ τῶν περιβοήτων χρηστηρίων. εἰ γὰρ ἦν ταῦτα, οὐκ ἂν διαφόροις ἐχρήσαντο καὶ μαχομένοις νόμοις ἄνθρωποι ὑπὸ θεῶν νομοθετούμενοι. 5.Prooem.13 θεοὶ γὰρ ὄντες καὶ ἀγαθοὶ πῶς οὐκ ἂν τοῖς ἴσοις ἐχρήσαντο διατάγμασιν; πῶς δ' οὐχὶ ταῖς σώφροσιν καὶ δικαιοτάταις νομοθεσίαις; τίς οὖν τῆς Σόλωνος ἢ ∆ράκοντος ἢ τῶν ἄλλων ἀνθρώπων Ἕλλησίν τε καὶ βαρβάροις νομοθετῶν χρεία ἦν, θεῶν ἐγγὺς παρόντων καὶ διὰ τῶν χρησμῶν διαταττομένων τὰ δέοντα; 5.Prooem.14 εἰ δὲ δὴ φαίη τις αὐτοὺς καὶ οὐδ' ἄλλους εἶναι τοὺς καθ' ἕκαστον ἔθνος ἀνθρώπων νομοθετοῦντας, καὶ τίς ἆρ' ἐκεῖνος καὶ ποταπὸς εἰπάτω θεὸς ὁ Σκύθαις φέρε ἀνθρωποβορεῖν διαταξάμενος, ἢ ὁ μητράσιν ἑτέροις καὶ θυγατράσι μίγνυσθαι νομοθετήσας, ἢ ὁ κυσὶν παραβάλλειν τοὺς γεγηρακότας, ὡς ἀγαθόν, διατεταγμένος, ἢ ὁ ἐπιτρέπων ἀδελφὰς γαμεῖν καὶ ἄρρενας ἄρρεσιν ἐπιμίγνυσθαι; καὶ τί με δεῖ τοὺς ἐκθέσμους τῶν παρ' Ἕλλησι καὶ βαρβάροις λόγους ἀπαριθμεῖν, εἰς ἔλεγχον τοῦ μὴ θεοὺς γεγονέναι πονηροὺς δὲ καὶ ἀλιτηρίους δαίμονας τοὺς θαυμαστοὺς αὐτῶν χρησμοδότας, ἐπὶ τὰ παρὰ φύσιν ἀτοπήματα τὸ τρισάθλιον τῶν ἀνθρώπων γένος καταβεβληκότας, 5.Prooem.15 ὁπότ' οὐδ' οἱ παρ' Ἕλλησιν βεβοημένοι θεοὶ καὶ μάντεις ὀνησιφόρον τι καὶ λυσιτελὲς εἰς ψυχῆς ὠφέλειαν τοῖς χρωμένοις ἀποδείκνυνται παρεσχημένοι; 5.Prooem.16 τί γὰρ δή ποτε καταλιπόντες ἄνδρες Ἕλληνες τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐπὶ τὴν βάρβαρον ἐστέλλοντο γῆν, ἐμπορίαν μαθημάτων ἔξωθέν ποθεν ἐρανιζόμενοι, παρὸν διδασκάλοις τοῖς θεοῖς χρῆσθαι; θεῶν γὰρ ἢ καὶ δαιμόνων ἀγαθῶν χρηματιζόντων, καὶ τοτὲ μὲν διὰ τῆς προγνώσεως καὶ τῆς ἄλλης παραδοξοποιίας τὴν οἰκείαν δύναμιν παραφαινόντων, τοτὲ δὲ διὰ τῆς ἀδιαπτώτου τῶν μαθημάτων ἀληθείας τὴν ἀληθῆ σοφίαν ἐκδιδασκόντων, τί ποτ' ἦν ἄρα τὸ μὴ τούτοις μαθητευθῆναι φιλοσόφων παῖδας, ἄλλων δ' ἀπ' ἄλλου δογμάτων τινῶν ἐπινοίας ποριζομένων, ἐκ τῆς μακρᾶς διαφωνίας ποικίλας αἱρέσεις φιλοσόφων συστῆναι; ἀλλ' εἰ μὴ προσεῖχον αὐτοῖς οἱ πολλοὶ τῶν ἀνθρώπων, τοὺς εὐσεβεῖς δ' οὖν καὶ θεοῖς προσιόντας χρῆν δήπου τὸ ἀδιάπτωτον ἐκ τῆς τῶν θεῶν ὠφελείας πεπορίσθαι. 5.Prooem.17 τίνες οὖν οὗτοι; οὓς γὰρ ἂν φῇς, τούτους ἀπελέγχουσιν πλανωμένους οἱ ἀντιδοξάζοντες. ἀλλὰ γάρ, ὡς ἔοικεν, δαιμόνων ἦν μαντεῖα, μέχρι κλέπτου φωρᾶς ἢ σκεύους ἀπωλείας ἤ τινος ἄλλου τοιούτου φθάνοντα, ὧν οὐκ ἀπεικὸς ἦν αὐτοὺς ἐν τῷ περὶ γῆν ἀέρι τὰς διατριβὰς ποιουμένους τὴν εἴδησιν ἐσχηκέναι· καλοῦ δὲ καὶ σοφοῦ μηδενὸς ἐπηβόλους εἶναι δόγματος φιλοσόφου, μὴ πολιτείας, μὴ νόμου ὀρθῷ λόγῳ κειμένου,