115
στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαίνονται καὶ οὐδεμία κατὰ τὴν αἴσθησιν τοῖς ἀνθρώποις ἐστὶ διαφορὰ ἐν τῇ τοῦ πυρὸς ἢ τοῦ ἀέρος ἢ τοῦ ὕδατος μετουσίᾳ, ἀλλὰ μία ἐστὶ καὶ ἀκίνητος ἐπὶ πάντων ἡ φύσις, ὡσαύτως ἐνερ γοῦσα καὶ οὐδὲν πρὸς τὰς διαφορὰς τῶν μετεχόντων ἀλ λοιουμένη, οὕτως καὶ ἡ τῶν ὀνομάτων θέσις, εἴπερ ἦν ἐκ θεοῦ τοῖς πράγμασιν ἐφηρμοσμένη, πᾶσιν ἂν ἦν ἡ αὐτή. 2.1.252 νυνὶ δὲ τῶν μὲν πραγμάτων ἡ φύσις ἅτε δὴ παρὰ τοῦ θεοῦ πεπηγυῖα μένει ἀκίνητος, αἱ δὲ σημαντικαὶ τούτων φωναὶ πρὸς τοσαύτας γλωσσῶν διαφορὰς διεσχίσθησαν, ὡς μηδὲ ἀριθμήσασθαι τὸ πλῆθος εὔκολον εἶναι. εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχεῖν τὴν οὖσαν, ὡς ἂν μὴ 2.1.253 πάντες πάντων ἀκούοιεν. ἕως γὰρ ἦν πᾶσι κατὰ ταὐτὸν ἡ ζωὴ καὶ οὔπω πρὸς πολλὰς ἐθνῶν διαφορὰς ἐμερίσθησαν, μιᾷ συνέζων φωνῇ πάντων ἀνθρώπων τὸ πλήρωμα· ἐπεὶ δὲ κατὰ θείαν βούλησιν ἔδει πᾶσαν ὑπὸ τῶν ἀνθρώπων κατοι κισθῆναι τὴν γῆν, τότε διασπασθέντες κατὰ <τὴν> τῆς φωνῆς κοινωνίαν ἄλλος ἀλλαχῇ διεσπάρησαν καὶ πρὸς ἄλλον καὶ ἄλλον χαρακτῆρα ῥημάτων καὶ φωνῆς μεθηρμόσθησαν συνδετικήν τινα τῆς πρὸς ἀλλήλους ὁμονοίας τὴν ὁμο φωνίαν λαχόντες, πρὸς μὲν τὴν τῶν πραγμάτων οὐ διαφω νοῦντες γνῶσιν, πρὸς δὲ τὸν τῶν ὀνομάτων τύπον διαφερό 2.1.254 μενοι. οὐ γὰρ ἄλλο τι παρ' ἄλλοις ὁ λίθος ἢ τὸ ξύλον δοκεῖ, διάφορα δὲ παρ' ἑκάστοις τὰ τῆς ὕλης ὀνόματα, ὥστε μένει παγίως ἡμῖν ὁ λόγος ὁ τὰς ἀνθρωπίνας φωνὰς τῆς ἡμετέρας διανοίας εὑρήματα εἶναι διοριζόμενος. οὔτε γὰρ ἐξ ἀρχῆς, ἕως ὁμόφωνον ἅπαν ἦν ἑαυτῷ τὸ ἀνθρώ πινον, θεοῦ ῥημάτων τινὰ διδασκαλίαν γεγενῆσθαι τοῖς ἀν θρώποις παρὰ τῆς γραφῆς μεμαθήκαμεν οὔτε εἰς ποικίλας γλωσσῶν διαφορὰς διατμηθέντων ὅπως ἂν ἕκαστος φθέγγοιτο θεῖος ἐπεστάτησε νόμος· ἀλλὰ θελήσας ὁ θεὸς τοὺς ἀν θρώπους ἐν ἄλλαις γενέσθαι γλώσσαις ἀφῆκεν ὁδῷ τὴν φύσιν πορεύεσθαι κατὰ τὸ ἀρέσκον διαρθροῦσαν παρ' ἑκά στοις τὸν ἦχον πρὸς τὴν τῶν ὀνομάτων σαφήνειαν. 2.1.255 Ὁ τοίνυν Μωϋσῆς πολλαῖς ὕστερον γενεαῖς τῆς πυργο ποιΐας γενόμενος μιᾷ τῶν μετὰ ταῦτα κέχρηται γλώσσῃ ἱστορικῶς τὴν κοσμογένειαν ἡμῖν διηγούμενος καί τινας τῷ θεῷ προσάπτει φωνάς, τῇ ἑαυτοῦ γλώσσῃ καθ' ἣν πεπαί δευτό τε καὶ συνείθιστο ταῦτα διεξιὼν καὶ οὐκ ἐξαλλάσσων τὰς τοῦ θεοῦ φωνὰς ἀλλοιοτρόπῳ τινὶ καὶ ξενίζοντι φωνῆς χαρακτῆρι, ὥστε διὰ τοῦ ξένου τῆς συνηθείας καὶ παρηλ λαγμένου τῶν ὀνομάτων αὐτοῦ τοῦ θεοῦ εἶναι τὰς φωνὰς κατασκευάζειν, ἀλλὰ τῇ συνήθει χρώμενος γλώσσῃ ὁμοίως 2.1.256 τά τε ἑαυτοῦ καὶ τὰ τοῦ θεοῦ διεξέρχεται. φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ' ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θαυμάτων καὶ τοῦτο τοῖς Ἰσραηλίταις θαυματοποιηθῆναι, τὸ τὴν γλῶσσαν ταύτην ἀθρόως μετὰ τὴν Αἴγυπτον ἐνσχεδιασθῆναι τῷ ἔθνει. καί τις ἐστὶ τοῦ προφήτου λόγος τὸ τοιοῦτον πιστούμενος· ἐν γὰρ τῷ ἐξελθεῖν αὐτόν, φησίν, ἐξ Αἰγύπτου τότε γλῶσσαν 2.1.257 ἣν οὐκ ἔγνω ἤκουσεν. εἰ οὖν Ἑβραῖος μὲν Μωϋσῆς, τε λευταία δὲ τῶν ἄλλων ἡ τῶν Ἑβραίων φωνή, ὁ μετὰ τὴν τοῦ κόσμου σύστασιν τοσαύταις ἐτῶν χιλιάσιν ὕστερον γε γονὼς καὶ τῇ καθ' ἑαυτὸν φωνῇ τὰς τοῦ θεοῦ διηγούμενος ῥήσεις ἆρ' οὐχὶ σαφῶς διδάσκει τὸ μὴ τοιαύτην φωνὴν τὴν κατὰ ἄνθρωπον σχηματιζομένην ἀναγράφειν ἐπὶ τοῦ θεοῦ, ἀλλὰ ταῦτα μὲν λέγειν διὰ τὸ μηδὲ δυνατὸν εἶναι τὸ νοηθὲν ἑτέρως εἰπεῖν ἢ ἀνθρωπίναις φωναῖς, σημαίνειν δὲ διὰ τῶν λεγομένων θεοπρεπῆ τινα καὶ μεγαλοφυεστέραν διάνοιαν; 2.1.258 τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι μεμαθή καμεν διὰ τοῦτο τὴν θείαν δύναμιν εἰς πολλὰς διεσχίσθαι φωνάς, ὡς ἂν μηδεὶς τῶν ἑτερογλωσσῶν ἀποστεροῖτο τῆς ὠφελείας· ὁ δὲ θεὸς πρὸ τῆς κτίσεως ἀνθρωπικῶς διε 2.1.259 λέγετο