116
τίνα ὠφελεῖν μέλλων ἐκ τῆς τοιαύτης φωνῆς; τὸ μὲν γὰρ συνδιατίθεσθαι τῇ τῶν ἀκουόντων δυνάμει τὸν λόγον πρὸς τὸν τῆς ὠφελείας σκοπόν, οὐδὲν ἄν τις ἀνάξιον τῆς θείας εἶναι φιλανθρωπίας ὑποτυπήσειεν, ἐπεὶ καὶ Παῦλος ὁ μιμητὴς τοῦ κυρίου πρὸς τὰς τῶν ἀκουόντων ἕξεις οἶδεν ἁρμοδίως τὸν λόγον μεταχειρίζεσθαι, γάλα τοῖς νηπίοις γινόμενος καὶ στερεὰ τοῖς τελείοις τροφή· τὸ δὲ μηδενὸς κατορθουμένου σκοποῦ διὰ τῆς τοιαύτης τοῦ λόγου χρήσεως ἔπειτα κατασκευάζειν τοιάδε τινὰ ῥήματα τὸν θεὸν ἐφ' ἑαυτοῦ ῥαψῳδεῖν, οὐκ ὄντος τοῦ δεομένου τῆς διὰ τῶν τοιού των φωνῶν σημασίας, οὐκ οἶδα πῶς ἐστι μὴ καταγέλαστον 2.1.260 ἅμα καὶ βλάσφημον τὸ τοιοῦτον οἴεσθαι. οὔτε οὖν Ἑβραία τοῦ θεοῦ ἡ φωνὴ οὔτε καθ' ἕτερόν τινα τύπον τῶν ἐν τοῖς ἔθνεσι νενομισμένων προφερομένη· ἀλλ' ὅσοι τοῦ θεοῦ λόγοι παρὰ τοῦ Μωϋσέως ἢ τῶν προφητῶν ἐγράφησαν, ἐν δείξεις εἰσὶ τοῦ θείου θελήματος ἄλλως καὶ ἄλλως κατὰ τὴν ἀξίαν τῶν μετεχόντων τῆς χάριτος τῷ καθαρῷ τε καὶ 2.1.261 ἡγεμονικῷ τῶν ἁγίων ἐλλάμπουσαι. οὐκοῦν ἐφθέγγετο μὲν ὁ Μωϋσῆς ὡς ἐπεφύκει τε καὶ πεπαίδευτο, προσετίθει δὲ τῷ θεῷ τὰς φωνὰς ταύτας καθὼς εἴρηται πολλάκις διὰ τὸ νηπιῶδες τῶν ἄρτι τῇ θεογνωσίᾳ προσαγομένων πρὸς ἐναργῆ τε παράστασιν τοῦ θείου θελήματος καὶ ὡς ἂν εὐπειθεστέρους ἀπεργάσαιτο τοὺς ἀκούοντας τῇ ἀξιοπιστίᾳ τοῦ εἰρηκότος δυσωπουμένους. 2.1.262 Ἀλλ' οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ' ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς 20ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος20-ὑπαλλάξας γὰρ τὴν ὕβριν εἰς εὐφημίαν τοῖς ἰδίοις αὐτὸν δεξιώσομαι. ἀλλ' 20αὐτὸν αὐτῷ μαρτυρεῖν τὸν Μωϋσέα20 διϊσχυρίζεται 20παρὰ τοῦ δημιουργήσαντος τὴν φύσιν δεδω ρῆσθαι τοῖς ἀνθρώποις τῶν τε ὀνομαζομένων καὶ τῶν ὀνομάτων τὴν χρῆσιν, καὶ τήν γε τῶν δεδομένων κλῆσιν ἀνωτέραν εἶναι τῆς τῶν χρω μένων γενέσεως20, οὑτωσὶ πάντα κατὰ λέξιν εἰπών. 2.1.263 εἰ μὲν οὖν ἴδιον κέκτηταί τινα Μωϋσέα, παρ' οὗ τὰ σοφὰ ταῦτα διδάσκεται, κἀκεῖθεν ὁρμώμενος τοῖς τοιούτοις ἐπι θαρσεῖ τῶν λόγων, ὅτι 20θεὸς διαθεσμοθετεῖ20, καθὼς οὗτός φησι, 20τῶν ἀνθρώπων τὰς ῥήσεις20, οὑτωσί τε κελεύων καὶ ἑτέρως ἀπαγορεύων τὰς ἐπὶ τῶν πραγμάτων κεῖσθαι φωνάς, κεχρήσθω πρὸς τὸ δοκοῦν τοῖς λήροις, σύμμαχον ἔχων τὸν κρυπτὸν Μωϋσέα. εἰ δὲ μόνος ἐστὶ Μωϋσῆς οὗ ἡ γραφὴ κοινὸν μάθημα τοῖς τὸν θεῖον λόγον πεπαιδευμένοις ἐστί, δεξόμεθα τὴν κατάγνωσιν, εἰ ὑπὸ τῶν 2.1.264 τοῦ Μωϋσέως ἐλεγχόμεθα λόγων. ποῦ τοίνυν τὸν περὶ ῥη μάτων τε καὶ ὀνομάτων εὕρατο νόμον, ἐπ' αὐτῶν ἐκθέσθω τῶν γεγραμμένων. κοσμογένεια καὶ τῶν καθεξῆς ἀνθρώ πων γενεαλογία καὶ πραγμάτων τινῶν ἱστορία καὶ ἡ ποικίλη νομοθεσία περί τε τῶν κατὰ τὴν λατρείαν καὶ τῶν κατὰ τὸν βίον παρατηρημάτων, ταῦτα τῆς Μωϋσέως γραφῆς τὰ κεφάλαια. εἰ δέ φησιν οὗτος εἶναί τινα ῥημάτων νομο θεσίαν, δειξάτω τὸν νόμον, κἀγὼ σιωπήσομαι· ἀλλ' οὐκ ἂν 2.1.265 εἰπεῖν ἔχοι. οὐ γὰρ ἂν τῶν ἐναργεστέρων ἀφέμενος ἀπο δείξεων ἐκεῖνα διεξῄει δι' ὧν καταγέλαστος μᾶλλον ἢ πιθανὸς δοκεῖ τοῖς ἀκούουσι. τὸ γὰρ οἴεσθαι τοῦτο εἶναι <τὸ> τῆς εὐσεβείας κεφάλαιον, τὸ ῥημάτων εὕρεσιν προσ μαρτυρεῖν τῷ θεῷ, ᾧ μικρὸς εἰς εὐφημίαν ὅλος ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ θαύματα, πῶς οὐ τῆς ἐσχάτης εὐηθείας ἐστὶ τῶν μεγάλων ἀφέμενον ἐκ τῶν ἀνθρωπίνων σεμνύνειν τὸ θεῖον; πρόσταγμα τῆς κτίσεως καθηγήσατο ῥηθὲν μὲν παρὰ τοῦ Μωϋσέως ἀνθρωπικῶς, θεοπρεπῶς δὲ γενόμενον. 2.1.266 τὸ τοίνυν ποιητικὸν τῶν θείᾳ δυνάμει συνεστηκότων θέλημα τοῦτο ῥημάτων διδασκαλίαν ὁ ἀκριβὴς ἐπιΐστωρ τῶν γραφῶν ἀποφαίνεται, καὶ ὥσπερ εἰπόντος τοῦ θεοῦ γενηθήτω ῥῆμα ἢ συστήτω λόγος ἢ τόδε τοιάνδε λαχέτω τὴν κλῆσιν οὗτος εἰς συνηγορίαν προβάλλεται τῶν ἰδίων ῥημάτων τὴν ὑπο στατικὴν τῆς κτίσεως ἐν τῷ θείῳ θελήματι κίνησιν, ὑπὸ πολλῆς προσοχῆς τῶν γραφῶν καὶ ἐμπειρίας οὐδὲ τοῦτο εἰδώς, ὅτι καὶ ὁρμὴ διανοίας φωνὴ πολλάκις παρὰ τῆς 2.1.267 γραφῆς ὀνομάζεται. καὶ τούτου μάρτυς Μωϋσῆς αὐτός, ὃν πολλαχῆ παρασύρων κατὰ τοῦτο τὸ μέρος