117
αὐτῆς εὐσεβείας καὶ σωτῆρος ἐπιφανησομένου τῷ τῶν ἀνθρώπων βίῳ, δι' οὗ πᾶσι τοῖς ἔθνεσιν, Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, προύλεγον τὸν τῆς θεοσεβείας τῶν πάλαι θεοφιλῶν Ἑβραίων τρόπον παραδοθήσεσθαι. 5.Prooem.24 ταῦτα Μωσῆς, ταῦτα δὲ καὶ τῶν λοιπῶν προφητῶν παῖδες, οἳ πάντες ἐξ ἑνὸς στόματος προεκήρυττον. καὶ τοῦτ' ἦν τὸ τῆς εἰς ἀνθρώπους τοῦ θείου πνεύματος ἐπιφορᾶς αἴτιον, διδάξαι θεογνωσίαν ἀνθρώπους καὶ τὴν ἀνωτάτω περὶ πατρὸς καὶ υἱοῦ θεολογίαν, παιδεῦσαί τε τρόπον ἀληθοῦς εὐσεβείας, καὶ μνημονεῦσαι τῶν πάλαι κατωρθωκότων καὶ τῶν μετὰ ταῦτα τῆς τῶν προγόνων εὐσεβείας ἐκπεπτωκότων, τόν τε κατὰ τούτων ἔλεγχον διὰ μακρῶν ἐκφάναι λόγων, θεσπίσαι τε τὴν παρουσίαν τοῦ σωτῆρος καὶ διδασκάλου τοῦ παντὸς ἀνθρώπων γένους, καὶ τὴν δι' αὐτοῦ τῆς παλαιᾶς Ἑβραίων θεοσεβείας εἰς πάντα τὰ ἔθνη μετάδοσιν προκηρῦξαι. 5.Prooem.25 Ταῦτ' ἦν τὰ ἐξ αἰῶνος στήλαις καὶ βίβλοις ἱεραῖς τῶν προφητῶν συμφώνως ἀναπεφωνημένα, αὐτὰ δὴ ταῦτα, ἃ καὶ ἡμῖν αὐτοῖς ὀφθαλμοῖς μετὰ τὸν μακρὸν αἰῶνα εἰσέτι νῦν πληρούμενα συνορᾶται. μιᾷ δὲ φωνῇ πάντες οὗτοι καὶ θείῳ πνεύματι κάτοχοι πᾶσιν ἀνθρώποις τὸ φῶς τῆς ἀληθοῦς προεκήρυττον εὐσεβείας, ἁγνείαν τε ψυχῆς καὶ σώματος, παντελῆ τε κάθαρσιν διανοίας, ἣν αὐτοὶ πρότερον ἠσκηκότες τοῖς ὑπηκόοις προυβάλλοντο, πάσης ἀκολάστου πράξεως τοὺς προσιόντας ἀπείργοντες, μηδὲ τῆς πολυθέου πλάνης ἀπομιμεῖσθαι τὰς ἐκθέσμους ἐπιτηδεύσεις, προτροπάδην δὲ φεύγειν διδάσκοντες πᾶσαν δαιμονικὴν ἐγχείρησιν, καὶ τὰς πάλαι περισπουδάστους ἐκείνας ἀνθρωποθυσίας, τάς τε αἰσχρὰς καὶ ἐπιρρήτους περὶ θεῶν διηγήσεις, ὧν ἀπείργοντες μόνῳ προσανέχειν συνεβούλευον τῷ πάντων δημιουργῷ θεῷ, οἷα ἐφόρῳ καὶ κριτῇ τυγχάνοντι τῶν ἐν ἀνθρώποις πραττομένων, μηδὲ ἀγνοεῖν τὸν μέλλοντα εἰς ἀνθρώπους ἐπιδημεῖν τὸν Χριστὸν τοῦ θεοῦ, σωτῆρα παντὸς γένους ἀνθρώπων. καὶ διδάσκαλον βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων εὐσεβείας τῆς ἀληθοῦς καταστησόμενον. 5.Prooem.26 Τοσοῦτόν τι ἦν τὸ διάφορον τῶν ὑπὸ τοῦ θείου πνεύματος κατόχων καὶ τῶν ὑπὸ δαιμονικῆς ἐνεργείας μαντεύεσθαι προσποιουμένων. εἶτα τὸ μὲν πονηρὸν δαιμόνιον, οἷα σκότου οἰκεῖον, σκότον καὶ ἀχλὺν περιβάλλον τῇ ψυχῇ διὰ τῆς ἐπιφοιτήσεως, τὸν ὑπ' αὐτὸ οἷα νεκρὸν ἐξηλάου, τοῦ κατὰ φύσιν λογισμοῦ παρενηνεγμένον οὐδ' ἑπόμενον τοῖς λεγομένοις ἢ πραττομένοις δι' αὐτοῦ, παντελῶς δ' ἀναίσθητον καὶ παράφρονα, παρ' ὃ καὶ μαντείαν ὥσπερ τινὰ μανίαν εἰκότως ἐοίκασιν τὴν τοιάνδε κατάπτωσιν ἐπικεκληκέναι. 5.Prooem.27 τὸ δέ γε ἀληθῶς καὶ ἔνθεον πνεῦμα, φωτοειδὲς μᾶλλον δὲ φῶς αὐτὸ τυγχάνον, ᾗ δ' ἂν ἐπέλθῃ ψυχῇ, καινὴν παραχρῆμα καὶ λαμπροτάτην φωτὸς ἡμέραν ἐν αὐτῇ κατειργάζετο, διαυγεστέραν τε καὶ θεωρητικωτέραν πολὺ πλέον νῦν ἢ πρότερον αὐτὴν αὐτῆς ἀποφαῖνον, ὥστε νήφειν καὶ ἐγρηγορέναι συνορᾶν τε πάντων μάλιστα καὶ συγκρίνειν τὰ θεσπιζόμενα. 5.Prooem.28 παρ' ὅ μοι δοκοῦμεν εὖ καὶ ἀληθῶς προφήτας ἀποκαλεῖν τοὺς τοιούσδε παρὰ τὸ προφαίνειν καὶ προφωτίζειν ἐν αὐτοῖς τὸ θεῖον πνεῦμα μὴ μόνον τὰ παρόντα ἀλλὰ καὶ τῶν μελλόντων ἀληθῆ καὶ ἀκριβῆ γνῶσιν. 5.Prooem.29 Σκέψασθε δὲ εἰ μὴ πολὺ κρείττων οὗτος καὶ ἀληθὴς ὁ λόγος, φάσκων πνεῦμα θεῖον ψυχαῖς ἐπιφοιτᾶν κεκαθαρμένοις καὶ νῷ λογικῷ καὶ διαυγεῖ πρὸς ὑποδοχὴν τοῦ θείου παρεσκευασμέναις, ἢ ὁ τῶν ἐν ἀψύχῳ ὕλῃ καὶ σκοτίοις μυχοῖς ἐναποκλειόντων τὸ θεῖον ἔν τε γυναικῶν καὶ ἀνδρῶν οὐ καθαραῖς ψυχαῖς, ἤδη δὲ καὶ ἐπὶ κόρακας καὶ ἱέρακας καὶ ἄλλους οἰωνούς, ἐπί τε αἶγας καὶ ἄλλα ζῷα, ναὶ μὴν καὶ ἐπὶ ὑδάτων συστάσεις, ἔν τε ἡπατοσκοπίαις, καὶ αἵμασι μυσερῶν καὶ εἰδεχθῶν κνωδάλων, ἑρπετῶν τε ἰοβόλων σώμασιν, οἷον δρακόντων καὶ γαλῶν καί τινων ἄλλων τοιουτοτρόπων, δι' ὧν τὴν τῶν μελλόντων πρόγνωσιν οἱ θαυμάσιοι τὸν ἐπὶ πάντων θεὸν ἐκφαίνειν ὑπειλήφασιν. 5.Prooem.30 τοῦτο δὲ ἀνδρῶν ἦν μὴ συνεωρακότων