117
ἠγνόησε. τίς γὰρ οὐκ οἶδε τῶν καὶ ὁπωσοῦν καθωμιληκότων τῇ βίβλῳ, ὅτι κατεπλάγησαν μὲν ἀθρόως ἐν τῇ ἐρήμῳ τῶν Αἰγυπτίων τὴν ἔφοδον ὁ Ἰσραηλίτης λαός, ἄρτι τὴν Αἴγυπτον ἀπο δράσαντες, πανταχόθεν δὲ προφαινομένων αὐτοῖς τῶν δεινῶν, ἐκεῖθεν τῆς θαλάσσης ἀποτειχιζούσης τὴν πάροδον, κατόπιν τῶν πολεμίων τὴν φυγὴν κωλυόντων, συστάντες πρὸς τὸν προφήτην τῆς ἀμηχανίας ταύτης ἐκεῖνον ἐπῃτιῶντο· τοῦ δὲ παραμυθουμένου τοὺς κατεπτηχότας τῷ φόβῳ καὶ εἰς προ θυμίαν παραθαρσύνοντος γίνεται θεόθεν φωνὴ ὀνομαστὶ τὸν 2.1.268 προφήτην προσκαλουμένη· Τί βοᾷς πρός με; καίτοι γε πρὸ τῶν εἰρημένων οὐδεμιᾶς ὁ λόγος ἐπιμέμνηται Μωϋσέως φωνῆς, ἀλλ' ἡ πρὸς τὸν θεὸν τοῦ προφήτου διάνοια φωνή τις ὠνομάσθη κατὰ τὸ σιωπώμενον ἐν τῷ κρυπτῷ τῆς καρ δίας νοήματι βοωμένη. εἰ δὴ Μωϋσῆς βοᾷ μὴ φθεγγόμενος ὑπὸ μάρτυρι τῷ τῶν ἀλαλήτων στεναγμῶν ἐπαΐοντι, τί καινὸν εἰ καὶ τὸ θεῖον βούλημα γνοὺς ὁ προφήτης, ὡς δυνατὸν ἦν αὐτῷ τε εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι, διὰ τῶν γνωρίμων ἡμῖν καὶ συνήθων ἐφανέρωσε λόγων, διάλογον θεοῦ σωματικώτερον διαγράφων οὐ ῥήμασι γινόμενον, ἀλλὰ διὰ τῶν ἔργων αὐτῶν 2.1.269 ἐκφωνούμενον; Ἐν ἀρχῇ ἐποίησε, φησίν, ὁ θεὸς οὐ τὸ ὄνομα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀλλὰ τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εἶπε Γενηθήτω φῶς, οὐχὶ προσηγορία φωτός· Καὶ διακρίνας τὸ φῶς ἀπὸ τοῦ σκότους ἐκάλεσε, φησίν, ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζε σθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ' ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς ἐξε τάσεως, ὡς ἂν ἰσχυρότερον ἡμῖν βεβαιωθείη τὸ δόγμα, μηδεμιᾶς ἀντιθέσεως ἀνεξετάστου παραλειφθείσης. Ἐκά λεσε, φησίν, ὁ θεὸς τὸ στερέωμα οὐρανὸν καὶ τὴν ξηρὰν ἐκάλεσε γῆν καὶ τὸ φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα. 2.1.270 πῶς οὖν, ἐροῦσι, τῆς γραφῆς ὁμολογούσης παρὰ τοῦ θεοῦ τεθεῖσθαι τούτοις τὰς κλήσεις ὑμεῖς ἀνθρωπίνης ἐπινοίας εἶναί φατε τὰ ὀνόματα; τί οὖν πρὸς ταῦτα ἡμεῖς; πάλιν ἐπὶ τὸν ἰδιώτην καταφεύγομεν λόγον καί φαμεν ὅτι ὁ πᾶσαν τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος ἀγαγὼν εἰς οὐσίαν πραγμάτων ἐστὶ δημιουργὸς ἐν ὑποστάσει θεωρουμένων, οὐκ ὀνομάτων ἀνυποστάτων ἐν φωνῆς ἤχῳ καὶ ψόφῳ γλώττης συνιστα μένων· τὰ δὲ πράγματα κατὰ τὴν ἐγκειμένην ἑκάστῳ φύσιν καὶ δύναμιν διά τινος σημαντικῆς φωνῆς ὀνομάζεται, κατὰ τὴν ἐπιχωριάζουσαν ἐν ἑκάστῳ [τῷ] ἔθνει συνήθειαν τῆς 2.1.271 προσηγορίας τοῖς ὑποκειμένοις ἁρμοζομένης. ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυρὸς ἄλλο μέν ἐστι τῇ φύσει τὸ ὑποκείμενον πρᾶγμα, ἕτερον δὲ τὸ σημαντικὸν τοῦ πράγ ματος ὄνομα (τὸ μὲν γάρ ἐστιν ἐκλαμπτικὸν καὶ καυστικὸν ξηρόν τε καὶ θερμαντικὸν καὶ ἀναλωτικὸν τῆς ὕλης ἧς ἂν περιδράξηται, τὸ δὲ ὄνομα φωνή τις βραχεῖα διὰ μιᾶς συλ λαβῆς ἐκφωνουμένη), τούτου ἕνεκεν ὁ διαιρῶν λόγος τὰς ἐν τῷ πυρὶ θεωρουμένας δυνάμεις τε καὶ ποιότητας ἑκάστην ἰδίως κατονομάζει, καθὼς φθάσαντες εἴπομεν· καὶ οὐκ ἄν τις εἴποι ὄνομα μόνον ἐπιβεβλῆσθαι τῷ πυρί, ὅταν τις ἢ φανὸν ἢ ἀναλωτικὸν ἢ ἄλλο τι τῶν περὶ αὐτὸ θεωρουμένων κατονομάσῃ· τῶν γὰρ ἐν αὐτῷ φυσικῶς ἐγκειμένων δυνά 2.1.272 μεων σημαντικαί εἰσιν αἱ τοιαῦται φωναί. κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ τοῦ στερεώματος μιᾶς φύσεως ἐν ἑκατέρῳ τῶν ὀνομάτων σημαινομένης ἴδιόν τι τῶν ἐν τῇ κτίσει ταύτῃ γινωσκομένων ἡ διαφορὰ τῶν ὀνο μάτων παρίστησιν, ὥστε πρὸς τοῦτο βλέποντας ἡμᾶς ἄλλο τι μαθεῖν διὰ τῆς τοῦ οὐρανοῦ προσηγορίας, ἕτερον δὲ διὰ 2.1.273 τοῦ στερεώματος. ὅταν μὲν γὰρ τὸ πέρας τῆς αἰσθητῆς κτίσεως ὑπογράφῃ ὁ λόγος, μεθ' ἣν ἡ νοητή τε καὶ ὑπερ κόσμιος διαδέχεται λῆξις, συγκρίσει τῇ πρὸς τὸ ἀναφὲς καὶ ἀσώματον καὶ ἀνείδεον στερέωμα λέγεται ἡ ἀρχή τε καὶ τὸ πέρας πάσης τῆς ὑλικῆς ὑποστάσεως· ὅταν δὲ τὴν τῶν ὑποκειμένων περιοχὴν ἐξετάζωμεν, ᾧ πᾶσα ἡ ὑλικὴ