117
πάλιν, Ἵνα δυνηθῆτε πάντα κατεργασάμενοι στῆναι. Οὐκ ἄρα ἁπλῶς τινα στάσιν φησὶν, ἀλλ' εὔτακτον· καὶ ὅσοι πολέμων εἰσὶν ἔμπειροι, ἴσασιν ὅσον ἐστὶ τὸ εἰδέναι ἑστάναι. Εἰ γὰρ ἐπὶ τῶν πυκτευόντων καὶ παλαιόντων τοῦτο πρὸ τῶν ἄλλων ὁ παιδοτρίβης παρεγγυᾷ, τὸ ἑστάναι, πολλῷ μᾶλλον ἐν τοῖς πολέμοις καὶ τοῖς στρατιωτικοῖς πράγμασιν. Ὁ ἑστὼς ὀρθὸς, ἕστηκεν οὐ διακεχυμένος, οὐκ ἐπικλινόμενός τινι· ἡ ἀκριβὴς ὀρθότης ἐν τῇ στάσει φαίνεται. Ὥστε οἱ ὄντως ὀρθοὶ, οὗτοι ἑστήκασιν· οἱ δὲ μὴ ἑστῶτες, οὐκ ἂν εἶεν ὀρθοὶ, ἀλλὰ διαλελυμένοι καὶ διακεχυμένοι. Ὁ τρυφῶν οὐχ ἕστηκεν ὀρθὸς, ἀλλὰ κέκλιται, ὁ λάγνος, ὁ φιλοχρήματος. Ὁ ἑστάναι εἰδὼς, ἀπ' αὐτῆς τῆς στάσεως, ὥσπερ ἀπό τινος θεμελίου πάντα εὐμαρῆ ἕξει τὰ τῆς πάλης. Στῆτε οὖν, φησὶ, περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Οὐ περὶ αἰσθητῆς ζώνης φησί· πάντα γὰρ τὰ ἐν τῷ χωρίῳ τούτῳ νοητῶς λέγει. Καὶ ὅρα πῶς 62.164 ὁδῷ προβαίνει. Πρῶτον ἀναζώννυσι τὸν στρατιώτην. Τί δὴ τοῦτό ἐστι; ∆ιαῤῥέοντα καὶ διακεχυμένον ταῖς ἐπιθυμίαις, καὶ χαμαὶ τοὺς λογισμοὺς ἔχοντα συρομένους ἀναστέλλει διὰ τῆς ζώνης, οὐκ ἐῶν αὐτὸν ἐμποδίζεσθαι ὑπὸ τῶν ἱματίων συμπλεκομένων ταῖς κνημῖσιν, ἀλλ' εὐλύτοις τοῖς ποσὶν ἀφεὶς τρέχειν. Στῆτε οὖν περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν. Ὀσφὺν δὲ ἐνταῦθά φησι· καθάπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις, οὕτω καὶ ἐφ' ἡμῶν ἡ ὑπόθεσις παντὸς τοῦ σώματος ἡ ὀσφύς ἐστιν· ὥσπερ γὰρ θεμέλιόν ἐστι, καὶ ἐπ' αὐτῷ τὸ πᾶν οἰκοδομεῖται, καθάπερ ἰατρῶν παῖδές φασι. Τὴν τοίνυν ψυχὴν ἡμῶν συσφίγγει, ζωννύων τὴν ὀσφύν· οὐ γὰρ δὴ ταύτην τὴν ὀσφύν φησιν, ἀλλὰ νοητῶς διαλέγεται. Καὶ ὥσπερ τῶν κάτω, καὶ τῶν ἄνω ἡ ὀσφὺς θεμέλιός ἐστιν, οὕτω καὶ ἐπὶ τῆς νοητῆς ὀσφύος, Οἱ γοῦν πολλάκις ἀποκαμόντες, καθάπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας θέντες, οὕτως ἑαυτοὺς διαβαστάζουσι· καὶ ἡ ζώνη διὰ τοῦτο γίνεται ἐν τοῖς πολέμοις, ἵνα συγκρατῇ καὶ συνέχῃ τὸν θεμέλιον τὸν ἐν ἡμῖν. ∆ιὰ τοῦτο καὶ τρέχοντες ζωννύμεθα· ἐκείνη ἀσφαλίζεται τὸ ἐν ἡμῖν ἰσχυρόν. Τοῦτο τοίνυν, φησὶ, καὶ ἐπὶ τῆς ψυχῆς γινέσθω, καὶ πᾶν ὁτιοῦν ποιοῦντες, ἰσχυροὶ ἐσόμεθα. Μάλιστα γὰρ τοῖς στρατιώταις τὸ πρᾶγμα πρέπον ἐστί. Ναὶ, φησὶν, ἀλλὰ ταύτην τὴν ὀσφὺν ἱμάντι δερματίνῳ ζωννύμεθα· ἡμεῖς δὲ τίνι; Τῷ κεφαλαίῳ τῶν λογισμῶν ἡμῶν, λέγω δὲ τῇ ἀληθείᾳ. Περιεζωσμένοι, φησὶ, τὴν ὀσφὺν ἡμῶν ἐν ἀληθείᾳ. Οὐκοῦν μηδὲν ψεῦδος ἀγαπῶμεν, πάντα τὰ πράγματα μετίωμεν ἐν ἀληθείᾳ, μὴ ψευδώμεθα εἰς ἀλλήλους· κἂν δόξα ᾖ, τὸ ἀληθὲς ζητῶμεν· κἂν βίος ᾖ, τὸν ἀληθῆ. Ἂν τούτῳ ἑαυτοὺς περιφράξωμεν, ἂν τῇ ἀληθείᾳ ζωσώμεθα, οὐδεὶς ἡμῶν περιέσται. Ὁ δόγμα ἀληθείας ζητῶν, οὐ καταπεσεῖται εἰς τὴν γῆν. Ὅτι γὰρ τὰ μὴ ἀληθῆ ἀπὸ τῆς γῆς ἐστι, δῆλον ἐξ ὧν τοῖς πάθεσι δουλεύουσι πάντες οἱ ἔξωθεν, τοῖς οἰκείοις λογισμοῖς κατακολουθοῦντες. ∆ιὸ ἐὰν νήφωμεν, ἐν τοῖς τῶν Ἑλλήνων λόγοις οὐ διδασκαλίας δεησόμεθα. Ὁρᾷς πῶς εἰσιν ἐκεῖνοι μαλακοὶ καὶ χαῦνοι, οὐδὲν αὐστηρὸν, οὐδὲν ὑπὲρ τὸν ἀνθρώπινον 62.165 λογισμὸν περὶ Θεοῦ δέξασθαι δυνάμενοι; οὐ γάρ εἰσιν ἐζωσμένοι ἐν ἀληθείᾳ. ∆ιόπερ αὐτῶν ἡ ὀσφὺς ἐκλέλυται, τὸ δεκτικὸν τῶν γεννητικῶν σπερμάτων, καὶ τῶν λογισμῶν τὸ ἰσχυρόν. Οὐδὲν οὖν τούτων ἀσθενέστερον. βʹ. Μανιχαίους δὲ ὁρᾷς πάλιν, πῶς πάντα ἀπὸ τῶν οἰκείων λογισμῶν τολμῶσι φθέγγεσθαι; Οὐκ ἠδύνατο, φησὶν, ὁ Θεὸς ἄνευ ὕλης ποιῆσαι τὸν κόσμον. Πόθεν τοῦτο δῆλον; Χαμόθεν ταῦτα λέγουσι καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῶν παρ' ἡμῖν. Ὅτι ἄνθρωπος, φησὶν, οὐ δύναται ἑτέρως ποιῆσαι. Πάλιν Μαρκίων ὅρα τί φησιν· Οὐκ ἠδύνατο ὁ Θεὸς σάρκα ἀναλαβὼν μεῖναι καθαρός. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲ οἱ ἄνθρωποι, φησί. Καίτοι ἄνθρωποι δύνανται. Οὐαλεντῖνος πάλιν χαμαὶ συρομένους ἔχων τοὺς λογισμοὺς, ἀπὸ τῆς γῆς φθέγγεται· ὁμοίως καὶ Παῦλος ὁ Σαμοσατεὺς, καὶ Ἄρειος. Τί γάρ φησιν; Οὐκ ἠδύνατο ὁ Θεὸς γεννῶν, γεννῆσαι ἀπαθῶς. Πόθεν τοῦτο τολμᾷς λέγειν, ὦ Ἄρειε; Ἀπὸ τῶν παρ' ἡμῖν. Ὁρᾷς πάντων χαμαὶ συρομένους τοὺς λογισμοὺς, πάντων κεχαλασμένους, τῆς γῆς πνέοντας; Καὶ