118
περι κρατεῖται φύσις, οὐρανὸν τοῦτον προσαγορεύομεν τὸν τῶν 2.1.274 ὁρατῶν πάντων ὅρον γινόμενον. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς καὶ τῆς ξηρᾶς, ἐπειδὴ πρὸς δύο ταῦτα <τὰ> στοι χεῖα ἡ κατωφερής τε καὶ βαρεῖα φύσις διεμερίσθη, πρός τε τὴν γῆν φημι καὶ τὰ ὕδατα, ἡ μὲν τῆς ξηρᾶς προσηγορία διασταλτική πως τῆς ἀντιστοιχούσης ποιότητος· τῇ γὰρ πρὸς τὸ ὑγρὸν ἀντιπαραθέσει ξηρὰ κατωνόμασται, ὅτε ἀποδυσα μένη θείῳ προστάγματι τὸ περικεχυμένον ὕδωρ ἐπὶ τῆς 2.1.275 ἰδίας ἐφάνη ποιότητος· τὸ δὲ τῆς γῆς ὄνομα οὐκέτι μιᾶς τινος τῶν περὶ αὐτὴν ποιοτήτων τὴν σημασίαν ἐνδείκνυται, ἀλλὰ πᾶν ἐμπεριλαμβάνει διὰ τῆς ἐγκειμένης ἐμφάσεως τὸ ἐν τῷ στοιχείῳ νοούμενον, οἷον τὸ ναστόν, τὸ πυκνόν, τὸ ἐμβριθές, τὸ ἀντίτυπον, τὸ πρὸς πᾶσαν καρπῶν τε καὶ ζῴων ἀνατροφὴν ἐπιτήδειον. οὔκουν οὐ μετωνομάσθη παρὰ τοῦ λόγου ἡ ξηρὰ πρὸς τὸ τελευταῖον αὐτῇ ἐπιβληθὲν ὄνομα (οὐ γὰρ ἀπέθετο διὰ τοῦ δευτέρου ὀνόματος τὸ ξηρὰ καὶ εἶναι καὶ λέγεσθαι), ἀλλὰ μενούσης τῆς κλήσεως καὶ ταύτης κἀκείνης ἑκατέρῳ τῶν ὀνομάτων ἰδία τις ὕπεστι σημασία, ἡ μὲν ἀντιδιαιρετικὴ τῆς ἑτερογενοῦς φύσεως τε καὶ ἰδιότητος, ἡ δὲ περιεκτικὴ πάσης τῆς ἐν αὐτῇ θεωρου μένης δυνάμεως. 2.1.276 Οὕτως καὶ ἐπὶ τοῦ φωτὸς καὶ τῆς ἡμέρας καὶ πάλιν ἐπὶ τῆς νυκτὸς καὶ ἐπὶ τοῦ σκότους εὑρίσκομεν οὐ συλλα βῶν ἦχον παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐπὶ τούτων δη μιουργούμενον, ἀλλὰ πραγμάτων ὑπόστασιν διὰ τῶν προση 2.1.277 γοριῶν τούτων ἐπιγινώσκομεν. λύεται κατὰ τὸ θέλημα τοῦ θεοῦ τῇ εἰσόδῳ τοῦ φωτὸς τὸ ἐπικρατοῦν σκότος παρὰ τὴν πρώτην κτίσιν· τῆς δὲ γῆς ἐν τῷ μέσῳ περισχεθείσης καὶ τῇ πανταχόθεν τῶν ἑτεροφυῶν στοιχείων περιβολῇ ἑαυτὴν ἀνεχούσης, καθώς φησιν ὁ Ἰὼβ ὅτι Κρεμάζων γῆν ἐπὶ μηδενός, ἐπάναγκες ἦν καθ' ἓν μέρος τοῦ φωτὸς διο δεύοντος ἀντιφραττούσης κατὰ τὸ ἀντικείμενον ἐν τῷ ἰδίῳ ὄγκῳ τῆς γῆς ὑπολειφθῆναί τινα διὰ τοῦ ἀποσκιάσματος μοῖραν τοῦ σκότους, τῆς δὲ ἀεικινήτου περιφορᾶς τοῦ πόλου συμπεριαγούσης ἑαυτῇ κατ' ἀνάγκην καὶ τὸν ἐκ τοῦ ἀπο σκιάσματος ἐπισυμβαίνοντα ζόφον τὴν ἐγκύκλιον ταύτην περίοδον τάξαι τὸν θεὸν εἰς τὸ γενέσθαι μέτρον τῆς χρο νικῆς παρατάσεως· τὸ δὲ μέτρον τοῦτο ἡμέρα ἐστὶ καὶ 2.1.278 νύξ. διὰ τοῦτο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἱστορικώτερον τὰ τοιαῦτα τῶν δογμάτων ὁ Μωϋσῆς ἡμῖν σαφηνίζων τὸν ἐξ ἀντιφράξεως τῆς γῆς ἐπεισιόντα ζόφον χωρισμὸν φωτὸς καὶ σκότους ὠνόμασε καὶ τὴν ἀεὶ γινομένην περὶ τὸν περί γειον χῶρον τοῦ φωτὸς πρὸς τὸ σκότος ἔμμετρον διαδοχὴν ἡμέραν καὶ νύκτα προσεῖπεν. ὥστε οὐχὶ ἐπίκλητον τὸ φῶς ἡμέρα προσηγορεύθη, ἀλλ' ὥσπερ ἐγένετο φῶς καὶ οὐχὶ ψιλὴ προσηγορία φωτός, οὕτως καὶ τοῦ χρόνου τὸ μέτρον ἐγένετο, ἐπηκολούθησε δὲ τῷ μέτρῳ τὸ ὄνομα, οὐκ ἐν ῥημάτων ψόφῳ παρὰ τοῦ πεποιηκότος γενόμενον, ἀλλ' αὐτῆς τῆς τοῦ πράγματος φύσεως ἐπισπασαμένης τὴν διὰ 2.1.279 τῆς φωνῆς σημασίαν. καὶ ὥσπερ εἰ τοῦτο σαφῶς εἴρητο παρὰ τοῦ νομοθέτου, ὅτι πᾶν τὸ φαινόμενον καὶ ὀνομαζό μενον οὐκ αὐτοφυές ἐστιν οὐδὲ ἀποίητον, ἀλλ' ἐκ θεοῦ τὴν ὑπόστασιν ἔχει, ἀφ' ἑαυτῶν ἂν συνεθήκαμεν τὸ πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ μέρη καὶ τὴν ἐνθεωρουμένην τάξιν καὶ τὴν γνωριστικὴν τῶν ὄντων δύναμιν τὸν θεὸν πεποιη κέναι, οὕτως καὶ δι' ὧν εἶπε πρὸς ταύτην ἐνάγει ἡμᾶς τὴν διάνοιαν, εἰς τὸ πιστεύειν τὸ μηδὲν τῶν ὄντων ἄναρχον εἶναι. καὶ πρὸς τοῦτο βλέπων ὁδῷ καὶ τάξει τὰ καθεξῆς διεξέρχεται, τὴν τῶν γεγονότων ἀκολουθίαν ἀπαριθμούμενος. 2.1.280 ταῦτα δὲ οὐκ ἦν ἄλλως παραστήσασθαι τῷ λόγῳ, μὴ διὰ τῶν γνωριστικῶν ὀνομάτων τὴν σημασίαν ποιούμενον. ἐπεὶ οὖν γέγραπται ὅτι Ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, νοητέον ὅτι ἐποίησεν ὁ θεὸς ἐκ τοῦ φωτὸς ἡμέραν ἕτερόν τι οὖσαν κατὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν τὸν αὐτὸν ἀποδοίης φωτὸς καὶ ἡμέρας λόγον, ἀλλὰ φῶς μὲν τὸ ἐκ τοῦ ἐναντίου πρὸς τὸ σκότος νοούμενον, ἡμέρα δὲ τὸ τοσόνδε τοῦ ἐν τῷ 2.1.281 φωτὶ διαστήματος μέτρον. ὡσαύτως καὶ νύκτα καὶ σκότος κατὰ τὴν αὐτὴν τοῦ λόγου διαίρεσιν κατανοήσεις, σκότος μὲν τὸ ἐξ ἐναντίου πρὸς τὸ φῶς νοούμενον ὁριζόμενος, νύκτα δὲ τὴν