1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

119

θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, 5.1.3 πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. ἡνίκα ἡτοίμαζεν ... τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανόν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν, καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων.» 5.1.4 Ἡ πρὸ τῶν γενητῶν θεία καὶ πανάρετος οὐσία, ἡ νοερὰ καὶ πρωτότοκος τῆς ἀγενήτου φύσεως εἰκών, ὁ γνήσιος καὶ μονογενὴς τοῦ τῶν ὅλων θεοῦ υἱός, πολυώνυμός τις ὢν καὶ διὰ πλείστων προσρήσεων θεολογούμενος, τῷ τῆς σοφίας ἐπὶ τοῦ παρόντος ἀξιώ ματί τε καὶ προσηγορίᾳ τετίμηται· λόγον δὲ θεοῦ αὐτὸν καὶ φῶς καὶ ζωὴν καὶ ἀλήθειαν καὶ ἐπὶ πᾶσι «Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν» προσαγορεύειν μεμαθήκαμεν. 5.1.5 ἤδη οὖν τὰ μετὰ χεῖρας αὐτὸς περὶ ἑαυτοῦ, ὡς ἂν θεοῦ σοφία ζῶσα καὶ καθ' αὑτὴν ὑφεστῶσα, διὰ τοῦ σοφωτάτου Σολομῶνος διεξέρχεται· «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην», καὶ τὰ τούτοις ἐπαγόμενα λέγων. 5.1.6 ἀλλὰ καὶ ὡς τὴν τῶν ὅλων διοίκησιν καὶ πρόνοιαν ἀναδεδεγμένος ἐπιφέρει· «δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται». εἶτα εἰπὼν μνημονεύσειν τὰ ἐξ αἰῶνος, ἐπάγει λέγων· «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με». δι' ὧν ὁμοῦ καὶ γενητὸν ἑαυτόν, οὐχὶ δὲ τὸν αὐτὸν ὄντα τῷ ἀγενήτῳ διδάσκει, πρὸ παντὸς αἰῶνος οὐσιωμένον, θεμελίου τε τρόπον τῶν γενητῶν ἁπάντων προβεβλημένον. 5.1.7 ὅθεν τὸν θεῖον ἀπόστολον εἰκὸς ὁρμώμενον περὶ αὐτοῦ φάναι· «ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς». πρωτότοκος μὲν γὰρ πάσης ἀνείρηται κτίσεως κατὰ τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». νοοῖτο δ' ἂν εἰκότως εἰκὼν τοῦ θεοῦ, ὡς ἂν γέννημα τῆς ἀγεννήτου φύσεως τυγχάνον· 5.1.8 τοῦτο δ' οὖν ἐν τοῖς μετὰ χεῖρας ὁμολογεῖ δι' ὧν φησιν· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι», καὶ «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ἔνθεν αὐτὸν υἱὸν μονογενῆ καὶ πρωτότοκον τοῦ θεοῦ λόγον ἀναγορεύομεν, τὸν αὐτὸν ὄντα τῇ δηλουμένῃ σοφίᾳ. Ὅπως δὲ γέννημα θεοῦ αὐτὸ εἶναι φαμέν, ἰδίας ἂν δέοιτο ἐξετάσεως, ἐπεὶ μήτε κατὰ προβολὴν μήτε κατὰ διάστασιν ἢ διαίρεσιν ἢ μείωσιν ἢ τομήν, ἢ κατά τι ὅλως τῶν ἐπὶ τῆς θνητῆς γενέσεως ἐπιτελουμένων, τὴν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ἐπινοοῦμεν. 5.1.9 οὐδὲ γὰρ θέμις τῶν ἐν γενητοῖς τισιν τὴν ἄρρητον καὶ ἀκατονόμαστον αὐτοῦ γένεσίν τε καὶ οὐσίωσιν ἀφομοιοῦν, οὐδέ τινα τῶν ἐπικαίρων καὶ θνητῶν παραβάλλειν αὐτῷ εἰκόνα, ἐπεὶ μηδὲ κατὰ τὰς παρ' ἡμῖν τῶν ζῴων γενέσεις, οὐσίαν ἐξ οὐσίας κατὰ πάθος ἢ διαίρεσιν μεριστὴν καὶ χωριστήν, ἐκ τοῦ πατρὸς προσεληλυθέναι τὸν υἱὸν φάναι ὅσιον. 5.1.10 ἀμερὲς γὰρ καὶ ἄτομον τὸ θεῖον, οὐ τεμνόμενον, οὐ διαι ρούμενον, οὐκ ἐκτεινόμενον, οὐ συστελλόμενον, οὐ μειούμενον, οὐ μεῖζον, οὐ χεῖρον, οὐ κρεῖττον αὐτοῦ γινόμενον, οὐκ ἔχον ἐν ἑαυτῷ ἕτερόν τι αὐτοῦ, ἵνα καὶ πρόηται τοῦτο. 5.1.11 πᾶν γὰρ τὸ ἔν τινι ὂν ἢ ὡς συμβεβηκός, οἷον λευκὸν ἐν σώματι, ἢ ὡς ἕτερον ἐν ἑτέρῳ τυγχάνει, ὡς τὸ ἐν τῇ κυοφορούσῃ κατὰ γαστρὸς κυοφορούμενον, ἢ ὡς μέρος ἐν τῷ ὅλῳ, ὡς ἂν ἐν σώματι χεὶρ ἢ ποὺς ἢ δάκτυλος τοῦ παντὸς ὄντα μέρη, ὧν ἀποκοπὴν ἤ τινα τομὴν ἢ