119
τοσήνδε τοῦ σκότους περιγραφὴν ὀνομάζων. οὐκοῦν ἔρρωται διὰ πάντων ὁ λόγος ἡμῖν, εἰ καὶ μὴ τεχνι κῶς κατὰ τὰ σχήματα τῆς διαλεκτικῆς συνηρώτηται, δεικνὺς ὅτι θεὸς πραγμάτων ἐστὶ δημιουργός, οὐ ῥημάτων ψιλῶν. οὐδὲ γὰρ ἐκείνου χάριν, ἀλλ' ἡμῶν ἕνεκεν ἐπίκειται τοῖς πράγμασι τὰ ὀνόματα. 2.1.282 ∆ιὰ γὰρ τὸ μὴ πάντοτε δυνατὸν ἡμῖν εἶναι πάντα ἐν ὀφθαλμοῖς ἔχειν τὰ ὄντα τὸ μέν τι τῶν ἀεὶ παρόντων γινώ σκομεν, τὸ δὲ τῇ μνήμῃ ἐναπογράφομεν. ἄλλως δὲ οὐκ ἔστιν ἀσύγχυτον φυλαχθῆναι ἡμῖν τὴν μνήμην, μὴ τῆς τῶν ὀνομάτων σημασίας διαστελλούσης ἀπ' ἀλλήλων τὰ ἐναποκείμενα τῇ διανοίᾳ πράγματα. θεῷ δὲ πάντα πάρ εστι καὶ οὐδὲν δεῖ μνήμης αὐτῷ, πάντων τῇ διορατικῇ 2.1.283 δυνάμει περικρατουμένων τε καὶ θεωρουμένων. τίς οὖν ἐπ' αὐτοῦ χρεία ῥήματος ἢ ὀνόματος, αὐτῆς τῆς ἐν αὐτῷ σοφίας τε καὶ δυνάμεως ἀσύγχυτόν τε καὶ διακεκριμένην τὴν τῶν ὄντων φύσιν περιεχούσης; οὐκοῦν παρὰ θεοῦ μὲν τὰ ὄντα καὶ ὑφεστῶτα πάντα, τῆς δὲ ἡμετέρας ἕνεκεν ὁδηγίας ἔπεστι τοῖς οὖσι τὰ σημειωτικὰ τῶν πραγμάτων ὀνόματα. ταῦτα δὲ κατὰ τὸ ἀρέσκον ταῖς τῶν ἀνθρώπων συνηθείαις γίνεσθαί τις εἰπὼν οὐδὲν εἰς τὸν τῆς προνοίας πλημμελήσει λόγον. οὐ γὰρ τὴν φύσιν τῶν ὄντων γίνεσθαι 2.1.284 παρ' ἡμῶν, ἀλλὰ τὰ ὀνόματα λέγομεν. ἄλλως ὀνομάζει τὸν οὐρανὸν ὁ Ἑβραῖος καὶ ἑτέρως ὁ Χαναναῖος, νοεῖ δὲ ὡσαύτως ἑκάτερος, οὐδὲν τῇ διαφορᾷ τῶν φθόγγων περὶ τὴν κατανόησιν τοῦ ὑποκειμένου διαμφιβάλλοντες. ἡ δὲ λίαν εὐλαβὴς τῶν σοφῶν τούτων ἐθελοθρησκεία, δι' ὧν, εἰ δοθείη παρὰ ἀνθρώπων εἶναι τοῖς πράγμασι τὰς φωνάς, τὸ 20ἀρχηγικωτέρους20 εἶναι τοῦ θεοῦ τοὺς ἀνθρώπους κατασκευάζει, ἐλέγχεται ματαία τις οὖσα καὶ ἀνυπόστατος καὶ δι' αὐτοῦ τοῦ κατὰ τὸν Μωϋσέα μνημονευθέντος ἡμῖν 2.1.285 ὑποδείγματος. αὐτῷ γὰρ τῷ Μωϋσῇ τίς ἔθετο τὴν προσ ηγορίαν; οὐχ ἡ θυγάτηρ τοῦ Φαραὼ ἐκ τοῦ συμβάντος ἐπονομάσασα; Μωϋσῆς γὰρ τὸ ὕδωρ λέγεται τῇ τῶν Αἰγυπτίων φωνῇ. ἐπεὶ οὖν κατὰ τὸ πρόσταγμα τοῦ τυράννου κιβωτῷ τὸ βρέφος ἐνθέντες οἱ γεννησάμενοι τοῖς ῥείθροις ἔδωκαν (οὕτω γάρ τινες τῶν ἱστορικῶν τὰ κατ' αὐτὸν διη γήσαντο), ἡ δὲ κατὰ θεῖον βούλημα ὑπὸ τῆς δίνης τῶν ὑδάτων ἐκκυμανθεῖσα προσηνέχθη τῇ ὄχθῃ καὶ εὕρημα τῆς βασιλίδος κατ' ἐκεῖνο τῷ λουτρῷ τὸ σῶμα φαιδρυνομένης ἐγένετο, ὡς ἐξ ὕδατος αὐτῇ τοῦ παιδὸς κτηθέντος μνημό συνον τῆς συντυχίας λέγεται τῷ παιδὶ θέσθαι τὸ ὄνομα, ᾧ καὶ αὐτὸς ὁ θεὸς ἐπὶ τοῦ θεράποντος κεχρῆσθαι οὐ παρῃ τήσατο, οὐδὲ ἀνάξιον ἔκρινε τὴν τῆς βαρβάρου κλῆσιν ἐπὶ 2.1.286 τοῦ προφήτου κυρίαν ἐᾶσαι. οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη· εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴν ἑρμηνείαν εἰς Ἑλλάδα φωνὴν μετα-2.1.287 ληφθεῖσαν οἱ τὰ τοιαῦτα νενοηκότες διδάσκουσι. καὶ τὸν Φαρὲς ἡ μαῖα πάλιν ἐκ τοῦ περὶ τὸν τόκον συμβάντος ὠνόμασε, καὶ οὐδεὶς κατὰ Εὐνόμιον ὡς 20ἀρχηγικωτέραν20 αὐτὴν τῆς τοῦ θεοῦ ἐξουσίας ἐζηλοτύπησεν. ἀλλὰ καὶ τοῖς πατριάρχαις αἱ μητέρες τὰ ὀνόματα τίθενται, Ῥουβὶμ καὶ Συμεὼν καὶ Λευῒ καὶ τοῖς καθεξῆς πᾶσιν ὁμοίως, καὶ οὐδεὶς κατὰ τὸν νῦν λογογράφον ἐν τοῖς τότε χρόνοις τῆς θείας προνοίας 20κηδεμὼν20 ἀνεφάνη, ὥστε κωλῦσαι διὰ τῆς τῶν ὀνομάτων θέσεως 20ἀρχηγικώτερα20 τοῦ θεοῦ 2.1.288 γενέσθαι τὰ γύναια. τί δ' ἄν τις τὰ καθ' ἕκαστον ἐκ τῆς ἱστορίας λέγοι, ὕδωρ ἀντιλογίας καὶ τόπον πένθους καὶ βουνὸν ἀκροβυστιῶν καὶ φάραγγα βότρυος καὶ ἀγρὸν αἵματος καὶ τὰ τοιαῦτα πάντα τῶν ὀνομάτων τεθέντα μὲν παρὰ τῶν ἀνθρώπων, μνημονευόμενα δὲ πολλάκις καὶ ἐκ προσώπου θεοῦ, δι' ὧν ἔστι μαθεῖν ὡς οὔτε ὑπὲρ τὴν ἀνθρωπίνην ἀξίαν ἐστὶν ἡ διὰ ῥημάτων γινομένη κατὰ τῶν πραγμάτων σημείωσις οὔτε ἡ τῆς θείας φύσεως δύναμις διὰ τούτων τὴν μαρτυρίαν ἔχει. 2.1.289 Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμά των ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχωρεῖν τοῖς ματαίοις. τίς γὰρ οὕτως ἄφροντις τῶν σπουδαιοτέρων