120
διαίρεσιν πεπονθότων, ἀτελὲς καὶ κολοβόν, ὡς ἂν τοῦ μέρους ἠκρωτηριασμένου, ἀπολέλειπται τὸ πᾶν. 5.1.12 ἀλλὰ γὰρ καὶ τὸ εἰκόνι τοιᾷδε καὶ ὁμοιώσει χρῆσθαι ἐπὶ τῆς ἀγενήτου φύσεως τοῦ τῶν ὅλων θεοῦ καὶ τῆς τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου γενέσεως πάντων ἂν εἴη ἀσεβέστατον. 5.1.13 οὐ τοίνυν ὡς ἕτερον ἐν ἑτέρῳ ἐξ ἀπείρων καὶ ἀνάρχων αἰώνων ἦν ὁ υἱὸς ἀγένητος ἐν τῷ πατρί, μέρος ὢν αὐτοῦ ὃ μεταβληθὲν ὕστερον καὶ κενωθὲν ἐκτὸς αὐτοῦ γέγονεν· τροπῆς γὰρ ἤδη τοῦτο οἰκεῖον, καὶ δύο γ' ἂν οὕτως ἀγένητα εἶεν, τὸ προβεβληκὸς καὶ τὸ προβεβλημένον. καὶ τίς ἦν κατάστασις κρείττων; ἆρα ἡ πρὸ τῆς τροπῆς, πρὸ τῆς κατὰ τὴν προβολὴν διαστάσεως; οὔκουν ὡς μέρος ἢ μέλος, ἀγενήτως ἡνωμένον ἀεὶ πρότερον, ἔπειτα δὲ διαστὰν καὶ χωρὶς γενόμενον τοῦ ὅλου, τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς οἷόν τε ἐπινοεῖν. 5.1.14 ἄρρητα γὰρ καὶ ἄντικρυς ἀσεβῆ ταῦτα, ὕλης μὲν ὄντα σωμάτων οἰκεῖα, τῆς δ' ἀσωμάτου καὶ ἀύλου φύσεως ἀλλότρια. ∆ιὸ κατὰ καιρὸν εἰκότως ἄν τις ἐνταῦθα πάλιν τὸ «τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται» ἀναφθέγξαιτο ἄν, 5.1.15 ἐπειδὴ καὶ τὴν ἐναντίαν ἐλθεῖν οὐκ ἀκίνδυνον καὶ ἁπλῶς οὕτως ἐξ οὐκ ὄντων γενητὸν τὸν υἱὸν τοῖς λοιποῖς γενητοῖς ὁμοίως ἀποφήνασθαι· ἄλλη γὰρ υἱοῦ γένεσις καὶ ἄλλη ἡ διὰ τοῦ υἱοῦ δημιουργία. 5.1.16 ἀλλὰ γὰρ ὥσπερ ἡ θεία γραφὴ τοτὲ μὲν «πρωτότοκον πάσης κτίσεως» τὸν υἱὸν ἀναγορεύει, ἐξ αὐτοῦ προσώπου τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ» φάσκουσα, τοτὲ δὲ γέννημα τοῦ πατρὸς εἶναι λέγει κατὰ τὸ «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», 5.1.17 ταύτῃ καὶ ἡμῖν ἕπεσθαι ὑγιῶς ἂν ἔχοι καὶ τὸ πρὸ πάντων αἰώνων εἶναι, λόγον ὄντα θεοῦ δημιουργικόν, καὶ τῷ πατρὶ συνεῖναι, μονογενῆ τε υἱὸν εἶναι τοῦ τῶν ὅλων θεοῦ, ὑπουργόν τε καὶ συνεργὸν τῷ πατρὶ τῆς τῶν ὅλων οὐσιώσεώς τε καὶ διακοσμήσεως γεγενημένον ὁμολογεῖν. 5.1.18 εἰ γὰρ οὖν καὶ ἄλλο τι ἄρρητον καὶ 5.1.18 ἀκατάληπτον ἡμῖν ἐν τῇ τῶν ὅλων ἀπολέλειπται φύσει μυρία δὲ τὰ τοιαῦτα, ὁποῖα καὶ τὰ τοῖς θεοφιλέσιν ἐπηγγελμένα τυγχάνει, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», κατὰ τὸν ἱερὸν ἀπόστολον, πολὺ πρότερον πάσης ἐννοίας ἐπέκεινα, ἄρρητα καὶ ἀκατονόμαστα, ἀνεπινόητά τε καὶ ἀνενθύμητα γένοιτο ἂν τὰ περὶ τῆς πρώτης τοῦ μονογενοῦς τοῦ θεοῦ γενέσεως, ἄλλο μηδὲν πλέον ἐχόντων ἡμῶν περὶ αὐτοῦ λέγειν τε καὶ νοεῖν ἢ «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Εἰ δέ τις τούτου περαιτέρω χωρῶν τόλμῃ προαχθείη τὰ πάντη ἀπερινόητα ὁρατικοῖς καὶ σωματικοῖς παραβάλλειν ὑποδείγμασιν, τάχα ἂν εἴποι ἐκ τῆς τοῦ πατρὸς ἀγενήτου φύσεως καὶ τῆς ἀνεκφράστου οὐσίας ὥσπερ εὐωδίαν τινὰ καὶ φωτὸς αὐγὴν τὸν υἱὸν ἐξ ἀπείρων αἰώνων μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑποστῆναι, γενόμενόν τε συνεῖναι καὶ συγγενόμενον ἀεὶ τῷ πατρὶ ὡς τῷ μύρῳ τὸ εὐῶδες καὶ τῷ φωτὶ τὴν αὐγήν· ἀλλ' οὐ τοῖς ὑποδείγμασιν κατὰ πάντα τρόπον ὁμοίως, ὥσπερ οὖν ἤδη πρότερον εἴρηται. 5.1.19 τὰ μὲν γὰρ ἄψυχα σώματα τὸ συμβεβηκὸς ἐν ποιότησι κέκτηνται· ἥ τε γὰρ αὐγή, σύμφυτος οὖσα τῇ τοῦ φωτὸς φύσει καὶ οὐσιωδῶς συνυπάρχουσα τῷ φωτί, οὐκ ἂν δύναιτο ἐκτὸς ὑφεστάναι τοῦ ἐν ᾧ ἐστιν· ὁ δέ γε τοῦ θεοῦ λόγος καθ' ἑαυτὸν οὐσίωταί τε καὶ ὑφέστηκεν, καὶ οὐκ ἀγενήτως συνυπάρχει τῷ πατρί, ἀλλ' ὡς μονογενὴς υἱὸς μόνος πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένος· ἥ τε εὐωδία, ἀπορροή τις οὖσα σωματικὴ τοῦ ὑποκειμένου καὶ οὐ καθ' ἑαυτὴν ἐκτὸς τοῦ πρώτου αἰτίου τὸ πλησιάζον πληροῦσα, οὐδὲν ἧττον σωματικὴ οὖσα καὶ αὐτὴ τυγχάνει. 5.1.20 οὐ ταύτῃ οὖν ἡμῖν νοηθήσεται καὶ τὰ περὶ τῆς πρώτης οὐσιώσεως τοῦ σωτῆρος ἡμῶν. οὐδὲ γὰρ ἐξ οὐσίας τῆς ἀγενήτου κατά τι πάθος ἢ διαίρεσιν οὐσιωμένος, οὐδέ γε ἀνάρχως συνυφέστηκεν τῷ πατρί, ἐπεὶ ὁ μὲν ἀγέννητος ὁ δὲ γεννητός, καὶ ὁ μὲν πατὴρ ὁ δὲ υἱός, προϋπάρχειν δὲ καὶ προϋφεστάναι πατέρα υἱοῦ πᾶς ὅστις οὖν ἂν ὁμολογήσειεν. 5.1.21 εἴη δ' ἂν ταύτῃ καὶ εἰκὼν θεοῦ, ἀρρήτως πάλιν καὶ ἀνεπιλογίστως ἡμῖν, ζῶντος θεοῦ ζῶσά τις καὶ καθ'