120
φροντίδων, ὥστε τοῖς ἀνοήτοις τῶν λόγων προσαναλίσκειν τὴν σπουδὴν καὶ διαμάχεσθαι πρὸς τοὺς λέγοντας ὅτι 20ἀρχηγικωτέραν μὲν καὶ κυριωτέραν20 ἀποφαίνομεν 20τὴν τῶν ἀνθρώπων φροντίδα τῆς τοῦ θεοῦ κη δεμονίας, τὴν δὲ τοῖς ἀμελεστέροις ἐνοχλοῦ σαν ὀλιγωρίαν εἰς20 τὴν 20ἐκείνου20 μεταφέρομεν 20πρό 2.1.290 νοιαν20; ταῦτα ἐπὶ λέξεως ἡ τοῦ διαβάλλοντος ἡμᾶς ἔχει φωνή. ἐγὼ δὲ ἴσον ἡγοῦμαι περί τε τὰ τοιαῦτα σπου δάζειν καὶ γρᾳδίων ὀνείροις ἀποσχολάζειν. τὸ γὰρ ἐν τύπῳ φθόγγων τινῶν οἴεσθαι τῇ θείᾳ φύσει τὸ τῆς ἀρχῆς καὶ κυριότητος ἀξίωμα διαφολάσσειν καὶ τὴν μεγάλην 20τοῦ θεοῦ κηδεμονίαν20 ἐν τούτῳ δεικνύειν ἀμελεῖν τε πάλιν τὸν θεὸν καὶ ὀλιγωρεῖν τῆς προσηκούσης αὐτῷ προνοίας ἡμᾶς τε διαβάλλειν, ὅτι τὴν λογικὴν δύναμιν παρὰ τοῦ θεοῦ λαβόντες οἱ ἄνθρωποι ἔπειτα κατ' ἐξουσίαν τοῖς λό γοις πρὸς τὴν τῶν πραγμάτων δήλωσιν κέχρηνται, τί ἄλλο ἢ οὐχὶ γραώδης μῦθος ἢ κραιπαλώντων ὄνειρος τὸ τοιοῦτόν 2.1.291 ἐστιν; ἡ γὰρ ἀληθὴς τοῦ θεοῦ δύναμίς τε καὶ ἐξουσία καὶ ἀρχὴ καὶ κυριότης κατά γε τὸν ἡμέτερον λόγον οὐκ ἐν συλλαβαῖς τὸ εἶναι ἔχει, ἢ οὕτως ἂν εἰς ὁμότιμον ἔλθοι τῷ θεῷ πᾶς ὁστισοῦν εὑρετὴς ῥημάτων γενόμενος, ἀλλ' αἰῶνες ἄπειροι καὶ κόσμου κάλλη καὶ φωστήρων αὐγαὶ καὶ τὰ ἐπὶ γῆς καὶ θαλάττης θαύματα ἀγγέλων τε στρα τιαὶ καὶ ὑπερκόσμιοι δυνάμεις καὶ εἴ τι ἄλλο κατὰ τὴν ἄνω λῆξιν παρὰ τῆς γραφῆς εἶναι δι' αἰνιγμάτων ἀκούομεν, ταῦτά ἐστι τὰ μαρτυροῦντα τῷ θεῷ ὑπὲρ πάντα δύναμιν. 2.1.292 φωνῆς δὲ ἦχον τοῖς πεφυκόσι φθέγγεσθαι μαρτυρῶν τις οὐδὲν εἰς τὸν δεδωκότα τὴν φωνὴν ἀσεβήσει. οὐδὲ γὰρ μέγα τι τοῦτο οἰόμεθα τὸ σημαντικὰς τῶν πραγμάτων ἐξευρίσκειν φωνάς. ᾧ γὰρ ἡ γραφὴ κατὰ τὴν ἱστορικὴν κοσμογένειαν ἀνθρώπου ὄνομα τῷ καθ' ἡμᾶς ἔθετο πλάσ ματι, τοῦτον ὁ Ἰὼβ βροτὸν ὀνομάζει καί τινες τῶν ἔξωθεν φῶτα καὶ μέροπα ἕτεροι, ἵνα ἐάσω τὰς κατὰ ἔθνος τοῦ 2.1.293 ὀνόματος τούτου διαφοράς. ἆρ' οὖν εἰς ἴσον ἄγομεν τῷ θεῷ καὶ τὰς ἐκείνων τιμάς, ὅτι ἰσοδυναμούσας τῇ τοῦ ἀν θρώπου προσηγορίᾳ κἀκεῖνοί τινας ἐξεῦρον φωνάς, δι' ὧν ὁμοίως δηλοῦται τὸ ὑποκείμενον; ἀλλὰ ταύτην μὲν τὴν ματαιολογίαν ἐατέον ἡμῖν, καθὼς προεῖπον, καὶ τὰς ἐφεξῆς λοιδορίας ἐν οὐδενὸς μέρει θετέον, ἐν αἷς 20καταψεύδε σθαι τῶν θείων20 ἡμᾶς 20λογίων20 φησί, 20καὶ κατὰ πᾶσαν ἄδειαν συκοφαντεῖν τά τε ἄλλα πάντα καὶ αὐτὸν τὸν θεόν20. μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα. 2.1.294 Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. "1παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρῆσιν παρὰ τοῦ θείου δεδιδάγμεθα λόγου. ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν φύσιν τῆς θεότητος τοῖς ἀνθρώποις παραδηλῶν ἰδιώμασί τισι τοῖς θεωρουμένοις περὶ αὐτὸν ἀποσημαίνει ταύτην, θύραν ἑαυτὸν λέγων καὶ ἄρτον καὶ 2.1.295 ὁδὸν καὶ ἄμπελον καὶ ποιμένα καὶ φῶς."2 τὰ μὲν οὖν ἐφ' ὕβρει ῥηθέντα καθ' ἡμῶν παρ' αὐτοῦ ἐπὶ τούτοις (οὕτω γὰρ αὐτὸν ἡ διαλεκτικὴ μάχεσθαι τοῖς ἀντιλέγουσιν ἐδι δάξατο), παριδεῖν οἶμαι πρέπειν καὶ μηδὲν πρὸς τὰς μειρα κιώδεις ἀνοίας ὑποταράσσεσθαι. ἀλλὰ τὸ δριμὺ τοῦτο καὶ ἄφυκτον ῥῆμα κατεξετάσωμεν, ὅπερ εἰς ἀνατροπὴν τοῦ καθ' ἡμᾶς προτείνεται λόγου. 20τίς20, φησί, 20τῶν ἁγίων ἐστὶν ὃς κατ' ἐπίνοιαν λέγεσθαι τῷ κυρίῳ ταῦτα 2.1.296 μαρτυρεῖ τὰ ὀνόματα20; τίς δὲ ἀπαγορεύει, πρὸς αὐτὸν εἴποιμι ἄν, βλάσφημον εἶναι κρίνων τὸ ἐν ἐπινοίᾳ θεωρεῖν τῶν ὀνομάτων τὴν χρῆσιν; εἰ γὰρ τὸ μὴ εἰρῆσθαι τοῦ κεκωλῦσθαι λέγει τεκμήριον εἶναι, καὶ τὸ μὴ κεκωλῦσθαι τοῦ συγκεχωρῆσθαι σημεῖον εἶναι πάντως συνθήσεται. ὀνο μάζεται τοῖς ὀνόμασι τούτοις ὁ κύριος, ἢ καὶ περὶ τούτων ἔξαρνος ὁ Εὐνόμιος γίνεται; ἀλλ' εἰ μὲν ἀρνεῖται τὸ λέ γεσθαι ταύτας ἐπὶ Χριστοῦ τὰς φωνάς, ἀμαχητὶ κεκρατή 2.1.297 καμεν. τίς γὰρ ἂν περιφανεστέρα γένοιτο νίκη τοῦ δεῖξαι φανερῶς θεομαχοῦντα τὸν ἀντικείμενον διὰ τοῦ τὰς θείας τοῦ εὐαγγελίου φωνὰς παραγράφεσθαι; εἰ δὲ ἀληθῶς ὁμο λογεῖ ταῦτα τὸν Χριστὸν ὀνομάζεσθαι, λεγέτω τὸν τρόπον καθ' ὃν εὐσεβῶς ἐφαρμόζεται τῷ μονογενεῖ τὰ ὀνό ματα. μὴ τῆς φύσεως αὐτοῦ τὸν λίθον ἐνδεικτικὸν διορί ζεται;