121
μὴ τὴν οὐσίαν αὐτοῦ διὰ τῆς ἀξίνης ἐνόησεν; μὴ διὰ τῆς θύρας ἡ τῆς θεότητος τοῦ μονογενοῦς ἰδιότης σημαίνεται ἢ δι' ἑκάστου τῶν ἄλλων, ἵνα μὴ πολὺν ἐπά γωμεν ὄχλον τῷ λόγῳ πάντα καταλέγοντες τὰ ὀνόματα; 2.1.298 οὐ φύσις τοῦ μονογενοῦς ἕκαστον τούτων τῶν ὀνομάτων ἐστίν, οὐ θεότης, οὐκ οὐσίας ἰδίωμα, ἀλλὰ μὴν ὀνομάζεται ταῦτα καὶ ἡ κλῆσις τὸ κύριον ἔχει. οὐδὲν γὰρ ἀργὸν καὶ ἀσήμαντον ἐν ταῖς θείαις φωναῖς εὐαγές ἐστιν οἴεσθαι. οὐκοῦν εἰπάτω τὸν λόγον, εἰ ἀθετεῖ τὸ κατ' ἐπίνοιαν λέ γεσθαι, πόθεν ἐφαρμόζεται ταῦτα τῷ θεῷ τὰ ὀνόματα. ἡμεῖς μὲν γὰρ τοῦτό φαμεν, ὅτι πολυειδῶς τοῦ κυρίου τῆς ἀνθρωπίνης προνοοῦντος ζωῆς ἕκαστον εὐεργεσίας εἶδος δι' ἑκάστου τῶν τοιούτων ὀνομάτων καταλλήλως γνωρίζεται, τῆς ἐνθεωρουμένης αὐτῷ προνοίας τε καὶ ἐνεργείας εἰς 2.1.299 ὀνόματος τύπον μεταβαινούσης. τὸ δὲ τοιοῦτον ὄνομα παρ' ἡμῶν "1ἐπινοίᾳ"2 λέγεται ὀνομάζεσθαι. εἰ δὲ μὴ τοῦτο φίλον τοῖς ἀντιλέγουσιν, ὅπως ἄν τῳ δοκῇ ἐχέτω. ἀλλ' ἀντιλέγει τοῖς λεγομένοις ὁ τῶν γραφικῶν αἰνιγμάτων ἀνή 2.1.300 κοος. εἰ γὰρ πεπαίδευτο τὰς θείας φωνάς, ἔγνω πάντως ἂν ὅτι καὶ κατάρα καὶ ἁμαρτία καὶ παροιστρῶσα δάμαλις καὶ σκύμνος λέοντος καὶ ἄρκτος ἀπορουμένη καὶ πάρδαλις καὶ τὰ τοιαῦτα κατὰ διαφόρους ἐπινοίας παρὰ τῆς γραφῆς ὁ κύριος λέγεται, τῶν ἁγίων τε καὶ θεοφόρων ἀνδρῶν τὸν σκοπὸν τοῦ νοήματος πρὸς ὃν ἀφεώρων εὐθυβόλως τοῖς ὀνόμασι τούτοις διατρανούντων, εἰ καὶ διαβεβλῆσθαι ταῦτα δοκεῖ πως κατὰ τὴν πρόχειρον ἔνδειξιν τὰ ὀνόματα· ἅπερ ἕκαστον εἰ μὴ κατά τινά τις ἐπίνοιαν εὐαγῶς ἐπιλέγεσθαι τῷ θεῷ συγχωρήσειεν, οὐ καθαρεύσει τῆς ἀσεβεστέρας ὑπο 2.1.301 νοίας ἡ λέξις. καὶ μακρὸν ἂν εἴη περὶ πάντων παριστᾶν τε καὶ ἀποδεικνύειν πῶς ταῦτα καὶ διαβέβληται κατὰ τὴν κοινὴν ὑπόληψιν ἐκ τῆς προχείρου ἐμφάσεως καὶ ὁ τῆς ἐπι νοίας λόγος οἰκειοῖ τῇ εὐσεβείᾳ τοῦ θεοῦ τὰ ὀνόματα. 2.1.302 Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι τῶν καθωμιληκότων ταῖς θεοπνεύστοις γραφαῖς ταῦτα μὴ λέγε σθαι. τί οὖν; ἆρ' αὐτῆς τῆς φύσεως σημαντικὰς τὰς φωνὰς διορίζεται; οὐκοῦν πολυειδῆ τινά φησι τὴν θείαν φύσιν καὶ πολυσύνθετον, κατὰ τὰς διαφορὰς τῶν ἐν τοῖς 2.1.303 ὀνόμασι σημαινομένων τὸ ποικίλον ἐνδεικνυμένην. οὐ γὰρ ἡ αὐτὴ τοῦ ἄρτου καὶ τοῦ λέοντος ἡ σημασία οὐδὲ θύρας τε καὶ δαμάλεως οὐδὲ ἀξίνης καὶ ὕδατος, ἀλλ' ἑκάστου τῶν ὀνομάτων ἴδιον ἔστιν ὁρισμὸν ἀποδοῦναι κατ' οὐδὲν ἐπικοι νωνοῦντα τοῖς ἄλλοις. οὐκοῦν φύσιν μὲν οὐ σημαίνουσιν, ἄκυρον δέ τις καὶ ἀσήμαντον εἰπεῖν τὴν κλῆσιν τῶν ὀνο 2.1.304 μάτων οὐκ ἂν τολμήσειεν. εἰ τοίνυν λέγεται μέν, οὐ κατὰ φύσιν δέ, πᾶν δὲ τὸ παρὰ τῆς γραφῆς λεγόμενον κύριον πάντως ἐστὶ καὶ προσφυῶς ἐπιλέγεται, τίς ἕτερος ὑπολεί πεται λόγος τοῦ ἁρμοζόντως τῷ μονογενεῖ θεῷ τὰς τοιαύτας τετάχθαι φωνὰς πλὴν τοῦ κατ' ἐπίνοιαν τρόπου; δῆλον γὰρ ὅτι πρὸς τὸ ποικίλον τῶν ἐνεργειῶν κατὰ διαφόρους σημασίας ὀνοματοποιεῖται τὸ θεῖον, ὅπως ἂν νοήσωμεν, οὕτως ὀνο μαζόμενον. τί οὖν λυμαίνεται τοῖς εὐσεβεστέροις νοήμασιν ἡ τοῦ νοῦ ἡμῶν πρὸς τὴν κατανόησιν τῶν γινομένων συν εργία, ἣν ἡμεῖς μὲν ἐπίνοιαν λέγομεν, εἰ δέ τις ἕτερόν τι 2.1.305 καλεῖν ἐθέλοι, οὐ διοισόμεθα; ἀλλ' οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ' ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι 20ταῦτα δι' ἐπι νοίας ἀνθρωπίνης ἐστὶ τὰ ὀνόματα καὶ κατ' ἐπίνοιαν λέγεταί τινων, ἃ οὐδεὶς ἀποστόλων οὐδὲ εὐαγγελιστῶν ἐδίδαξε20. καὶ μετὰ τὴν ἄμαχον ταύτην ἐπιχείρησιν ἐπιφέρει τὴν ἱερὰν ἐκείνην φωνήν, τῇ πεπαιδευμένῃ τὰ τοιαῦτα γλώσσῃ τὴν δυσώδη πάλιν καθ' 2.1.306 ἡμῶν λοιδορίαν ἐκπτύων. 20τὸ γάρ τοι20, φησί, 20τὴν ἐξ ἀναλογίας ὁμωνυμίαν προφέρειν εἰς ἀνθρω πίνην ἐπίνοιαν, ψυχῆς ἔργον τὸν μὲν ἐρρωμένον νοῦν κατὰ δίκην παρῃρημένης, ἀρρώστῳ δὲ δια νοίᾳ καὶ πεφωρημένῃ τινὶ συνηθείᾳ τοὺς τοῦ κυρίου λόγους ἐπισκοπούσης20. βαβαὶ τῆς διαλε κτικῆς ἀποδείξεως, ὡς