122
εἰκότως τὴν ἐν ψαλμοῖς θεολογίαν ἀναφωνεῖν τά τε ἄλλα καὶ τὸ «ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας». ὡς καὶ ∆αβίδ, ὁ τοῦ Σολομῶντος πατήρ, βασιλεὺς ἅμα γεγονὼς καὶ προφήτης, οἶδέ τινα ἀγαπητὸν τοῦ θεοῦ, καὶ τοῦτον μετὰ τὸν ἀνωτάτω θεὸν βασιλέα ὁμοῦ καὶ χριστὸν καὶ θεὸν δεύτερον ἀναγορεύει ἐν μδʹ ψαλμῷ, τὰ ὅμοια ἡμῖν περὶ τοῦ Χριστοῦ δοξάζων. Ψαλμοῦ μδʹ. «Εἰς τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ». Σημείωσαι πρῶτον, ὡς ἀγαπητὸν οἶδε τοῦ θεοῦ, δεύτερον ὡς «εἰς σύνεσιν» τῶν λεχθησομένων τὸν ἀκροατὴν παρορμᾷ, τρίτον «ὑπὲρ τῶν ἀλλοιωθησομένων» εἴρηται διὰ πλείστας αἰτίας, διά τε τὴν ἐκ θεοῦ εἰς ἀνθρώπους τοῦ δηλουμένου ἀγαπητοῦ ἀλλοίωσιν καὶ διὰ τὴν ἐκ τῆς ἐν ἀνθρώποις αὐτοῦ μεταβολῆς μετὰ ταῦτα εἰς θεὸν ἀποκατάστασιν, ναὶ μὴν καὶ διὰ τοὺς ἐκ πλάνης εἰς τὸν κατὰ εὐσέβειαν τρόπον διὰ τῆς αὐτοῦ διδασκαλίας ὅσον οὔπω μεταβληθησομένους. «ἀγαπητὸν» δὲ τίνα ἂν εἴποι τις τοῦ ἐπὶ πάντων θεοῦ ἢ τὸν ἀγγέλων καὶ πνευμάτων καὶ πάσης λογικῆς οὐσίας πολὺ κρείττονα, τὸν μονογενῆ καὶ «πρωτότοκον πάσης κτίσεως», ὃν ἀρτίως σοφίαν θεοῦ καὶ γέννημα πρὸ παντὸς αἰῶνος οὐσιωμένον κατὰ τὰ προηγορευμένα μεμαθήκαμεν. σαφῶς γὰρ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀγαπητὸν τοῦ πατρὸς ἀνηγόρευσε φωνὴ φωνήσασα κατὰ τὰ ἐν εὐαγγελίοις γεγραμμένα· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα». τοῦτον δὴ οὖν αὐτὸν καὶ ὁ παρὼν ὑποσημαίνει ψαλμός, «ὑπὲρ τοῦ ἀγαπητοῦ» τὴν προγραφὴν ἔχων, μεθ' ἣν ἐπιλέγει· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». ταῦτα μὲν οὖν ἀρχόμενος ὁ προφήτης, μᾶλλον δὲ τὸ θεῖον ἐν αὐτῷ πνεῦμα, ὡς ἐν προοιμίῳ διεξῆλθεν, ἑξῆς δὲ εἰς πρόσωπον αὐτῷ δὴ τῷ προαναγραφέντι ἀγαπητῷ τοῦ θεοῦ ἐπιφωνεῖ λέγων· «ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα. περιζώσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως». τοσαῦτα εἰπὼν περὶ τῆς ἐνθέου καὶ βασιλικῆς ἀξίας τε καὶ ἀρετῆς τοῦ ἀγαπητοῦ, μηδέπω δ' ἐκφήνας τὸν δηλούμενον, ἤδη λοιπὸν ἀποκηρύττει ἀναφανδόν, ὡς ἄρα θαυμάσιός τις εἴη καὶ κρείττων ἢ κατὰ ἄνθρωπον οὗτος ὁ διὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ δηλούμενος ἀγαπητὸς τοῦ θεοῦ· θεότητι γοῦν καὶ βασιλείᾳ τινὶ διαφέροντα καὶ ἐξαιρέτῳ χρίσματι οὐ πρὸς ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ τετιμῆσθαι αὐτόν φησι διὰ τούτων· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον χαρᾶς ἀπὸ ἑταίρων σου». ἔνθα ἐπιστήσεις, ὡς ἐν μὲν τῷ προτέρῳ στίχῳ θεὸν αὐτὸν ἀναγορεύει, 5.2.1 ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ, ἐν δὲ τῷ τρίτῳ τὴν κατ' ἀρετὴν αὐτῷ τελείωσιν μαρτυρεῖ, εἶτ' ἐπὶ τούτοις αὐτὸν δὴ τοῦτον τὸν θεὸν καὶ βασιλέα κεχρῖσθαι πρὸς τοῦ ἀνωτάτου διδάσκει θεοῦ, καὶ ταύτῃ γε Χριστὸν γεγονέναι. τί γὰρ ἂν καὶ ὀνομάσαιτό τις τὸν μὴ ὑπ' ἀνθρώπων μὲν ὑπ' αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ κεχρισμένον; ἐπὶ τούτῳ γοῦν φησίν· ὦ θεέ πρὸς τὸν χρισθέντα ἀποτεινόμενος «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο γὰρ ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου», 5.2.2 ὡσεὶ ἔλεγεν, ὁ ἐπὶ πάντων θεὸς ἔχρισέν σε «ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου», ὥστε οὐδὲ κοινὸν καὶ γεῶδες τὸ δηλούμενον τοῦτο χρῖσμα ἦν οὐδ' ὅμοιον τῷ παρὰ Μωσεῖ νενομοθετημένῳ, φθαρτῆς ἐξ ὕλης κατεσκευασμένῳ, ᾧ φίλον· ἦν τοὺς παλαιοὺς ἑβραίους ἱερέας καὶ βασιλέας χρίεσθαι. 5.2.3 ἔνθεν ἡμῖν εἰκότως καὶ θεὸς ὁμοῦ καὶ Χριστὸς ἀνηγόρευται,