122
τεχνικῶς ὁ λόγος αὐτῷ πρὸς τὸν 2.1.307 σκοπὸν συμπεραίνεται. τίς ἂν ἔτι συσταίη τῷ κατ' ἐπί νοιαν λόγῳ, τοσαύτης ὀσμῆς ἐκ τοῦ στόματος αὐτοῦ τοῖς ἐπιχειροῦσί τι λέγειν προχεομένης; ἆρ' οὖν ἀφεκτέον καὶ ἡμῖν διὰ τοῦτο τῆς πρὸς αὐτὸν τοῦ λόγου συνεξετάσεως, ὡς ἂν μὴ καὶ καθ' ἡμῶν τὴν ἀμάραν ταύτην τῆς λοιδορίας 2.1.308 ὑποκινήσειεν; ἢ μικροψύχων ἐστὶ τὸ πρὸς τὰς νηπιώδεις παραφροσύνας ἀντιτραχύνεσθαι; οὐκοῦν συγχωρητέον τῷ ὑβριστῇ κεχρῆσθαι πρὸς τὸ δοκοῦν τῷ τρόπῳ. ἐπανα ληπτέον δὲ τὸν ἐκείνου λόγον, ὡς ἂν κἀκεῖθεν γένοιτο συμμαχία πρὸς τὴν ἀλήθειαν. 2.1.309 20Ἀναλογίας20 ἐμνήσθη καὶ τὴν ἐκ ταύτης ὁμω νυμίαν ἐνόησε. πόθεν ταῦτα μαθὼν καὶ παρὰ τίνος τὰ ῥήματα; Μωϋσῆς οὐκ εἶπε, προφητῶν καὶ ἀποστόλων οὐκ ἤκουσεν, εὐαγγελισταὶ τὰς τοιαύτας φωνὰς σεσιγήκασιν· οὐδεμιᾶς ἔστι γραφῆς ταῦτα διδασκούσης μαθεῖν. πόθεν οὖν αὐτῷ τὸ οὕτως εἰπεῖν; ἆρ' οὐχὶ τῆς τοῦ εἰπόντος δια νοίας εὕρημα ὁ τοιοῦτος λόγος ἐστὶν ὁ τὴν ποιὰν τοῦ νοή ματος σημασίαν ἀναλογίαν προσαγορεύων; πῶς οὖν οὐ συνίησιν οἷς πολεμεῖ, τούτοις συμμάχοις πρὸς τὸν πόλεμον 2.1.310 χρώμενος; πολεμεῖ δὲ τῷ κατ' ἐπίνοιαν λόγῳ αὐτὸς διὰ τῶν τῆς ἐπινοίας λόγων τὸ μὴ δεῖν κατ' ἐπίνοιάν τι λέγειν κατασκευάζων. ἀλλ' 20οὐδείς20, φησί, 20τοῦτο τῶν ἁγίων ἐδίδαξεν20. σὺ δὲ εἰς τίνα τῶν ἀρχαίων ἀναφέρειν ἔχεις τὴν τῆς 20ἀγεννησίας20 φωνὴν καὶ ὅτι αὐτῆς κατηγορεῖται τὸ ὄνομα τοῦ θεοῦ τῆς οὐσίας, 20μᾶλλον δὲ αὐτό ἐστι 2.1.311 τὸ ἀγέννητον ἡ οὐσία20; ἢ σοὶ μὲν ἔξεστιν ἐν οἷς ἂν μέλλῃ τι τῶν ἀσεβῶν συμπεραίνεσθαι καινοτομεῖν τε καὶ παρευρίσκειν τὰς ἀρεσκούσας φωνάς, εἰ δέ τι πρὸς τὴν τῆς ἀσεβείας καθαίρεσιν παρ' ἑτέρου λέγοιτο, παραιρεῖσθαι τῆς ἐξουσίας τὸν ἀντιλέγοντα; μεγάλης τἂν εἴης τυραννίδος ἐπειλημμένος, εἰ ταύτην σεαυτῷ τὴν ἐξουσίαν κρατύνειας, ὡς ἅπερ ἐπὶ τῶν ἄλλων κωλύεις, σοὶ ταῦτα ποιεῖν ἐξεῖναι μόνῳ καὶ ἅπερ αὐτὸς κατ' ἐξουσίαν τολμᾷς, τούτων ἀπείρ 2.1.312 γειν τοὺς ἄλλους. διὰ προστάγματος ἀθετεῖς τὸ κατ' ἐπί νοιαν ἐπιλέγεσθαι ταῦτα τῷ Χριστῷ τὰ ὀνόματα, ὅτι μηδεὶς τῶν ἁγίων τὸ δεῖν οὕτω λέγεσθαι διετάξατο. πῶς οὖν τῇ τοῦ 20ἀγεννήτου20 φωνῇ νομοθετεῖς τὴν θείαν οὐσίαν χα ρακτηρίζεσθαι, ἣν οὐδεὶς τῶν ἁγίων παραδεδωκὼς ἐπιδεί κνυται; εἰ γὰρ οὗτος ὅρος τῆς τῶν ῥημάτων ὀρθότητος, τὸ μόνον ἐκεῖνα φθέγγεσθαι, ἅπερ ἂν ὁ θεόπνευστος λόγος τῆς γραφῆς ὑφηγήσηται, ἐξαλειπτέον ἂν εἴη τῶν συγγραμ μάτων σου τὸ 20ἀγέννητον20, μηδενὸς τῶν ἁγίων τὴν φωνὴν 2.1.313 ταύτην 20θεσμοθετήσαντος20. ἀλλὰ διὰ τὸν ἐγκείμενον 2.1.313 τῷ προσρήματι τούτῳ νοῦν παραδέχῃ τὴν λέξιν. καὶ ἡμεῖς ὡσαύτως διὰ τὴν ἐγκειμένην ἔννοιαν τὴν φωνὴν τῆς ἐπι νοίας παρεδεξάμεθα. οὐκοῦν ἢ τὰ δύο τῆς χρήσεως ἐξαι ρήσομεν ἢ οὐθέτερον, ὅ τι δ' ἂν γένηται τούτων, δι' ἑκα τέρων νικήσομεν. σιωπηθείσης μὲν γὰρ καθόλου τῆς 20ἀγεννησίας20, πᾶσα συγκατεσβέσθη τῶν ἐναντίων κατὰ τῆς ἀληθείας φωνὴ καὶ <ἡ> πρέπουσα τῷ μονογενεῖ θεῷ δόξα παρὰ πάντων ἐκλάμψει, μηδενὸς ὄντος ὀνόματος τοῦ ἐξ ἀντιδιαιρέσεως τὸ μεγαλεῖον τοῦ κυρίου κατασμικρύνοντος. 2.1.314 εἰ δὲ μένοι ἀμφότερα, καὶ οὕτως ἐπικρατήσει μεθ' ἡμῶν ἡ ἀλήθεια, εἰς τὴν ἐπίνοιαν ἐκ τῆς οὐσίας μετατεθέντος τοῦ τῆς 20ἀγεννησίας20 ὀνόματος. ἀλλ' ἕως οὐκ ἐξαιρεῖ τῶν ἰδίων λόγων τὴν τοῦ ἀγεννήτου φωνήν, νουθετησάτω ἑαυτὸν ὁ καθ' ἡμᾶς Φαρισαῖος μὴ πρότερον πρὸς τὸ ἡμέτερον διαβλέπειν κάρφος, πρὶν τὴν ἐγκειμένην αὐτῷ δοκὸν ἀπο βαλεῖν τῶν ὀμμάτων. 2.1.315 20Ἀλλ' ὁ θεός20, φησί, 20καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμά των ἰσομοιρίας, καὶ τοῖς κυριωτάτοις τῶν εὐτελεστάτων, μὴ συμμεταφερομένης ὑπὸ τῶν ὀνομάτων τῆς φυσικῆς εὐτελείας20. ταῦτα κατ' αὐτὴν εἴρηται τὴν λέξιν· οὕτω παρ' αὐτῶν ὡς παρ' ἡμῶν ἀναγέγραπται. εἰ μέν τινα κατὰ τὸ βάθος ἐγκεκρυμμένην ἔχει διάνοιαν τὴν ἡμᾶς διαφεύγουσαν, λεγόντων οἱ κατει ληφότες τὰ πόρρω τῆς ἡμετέρας ἐπόψεως, οἱ μεμυημένοι 2.1.316 παρ' αὐτοῦ τὴν ἐσωτερικήν τε καὶ