1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

123

ὡς ἂν μόνος μὴ δι' ἀνθρώπων μηδ' ἐξ ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ τῶν ὅλων ποιητοῦ, τῆς ἐνθέου χαρᾶς καὶ ἀγαλλιάσεως ἀσωμάτῳ καὶ θεοπρεπεῖ χρίσματι κεχρισμένος. 5.2.4 διόπερ ἐνδίκως μόνος, ἀκάκως μόνος, ἀγαθῶς καὶ κυρίως παρὰ τοὺς ὀνομαζομένους αὐτοῦ μετόχους Χριστὸς ἂν ἀναγορευθείη. οἱ μέτοχοι δὲ αὐτοῦ τίνες ἂν εἶεν ἢ οἱ οἷοί τε λέγειν· «μέτοχοι γὰρ γεγόναμεν Χριστοῦ»; περὶ ὧν εἴρηται· «μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε». 5.2.5 Καὶ δὴ πεφηνότος διὰ τούτων σαφῶς τοῦ Χριστοῦ ἀγαπητοῦ καὶ θεοῦ καὶ βασιλέως, ὥρα σε ζητεῖν, ὁ τηλικοῦτος πῶς ἐχθροὺς ἔχειν λέγεται, καὶ τίνας καὶ δι' ἣν αἰτίαν, καθ' ὧν τὰ ἑαυτοῦ βέλη καὶ τὴν ἑαυτοῦ ῥομφαίαν ἠκονήσατο, ὅπως τε οὐ δι' ὁπλιτικῆς παρατάξεως, ἀλλ' «ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης» μυρίους ὑπηγάγετο ἑαυτῷ λαούς. 5.2.6 ζητοῦντα δὲ ἀκριβῶς ταῦτα καλῶς ἂν ἔχοι μεταφέρειν αὐτὰ ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἀνατρέχοντα ἐπὶ τὰ διεξωδευμένα περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου, καθ' ἣν τὰς ἐχθρὰς καὶ ἀοράτους δυνάμεις τῶν μοχθηρῶν καὶ λυμαντικῶν δαιμόνων τῶν τε πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων τροπωσάμενος, μυρίους ὅσους ἑαυτῷ λαοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν συνεστήσατο. ὃν καὶ Χριστὸν ἀληθῆ προσήκοι ἂν τοῦ θεοῦ ἐντεῦθεν ἀναγορεύειν, οὐ κοινῷ μὲν ἐλαίῳ τοῖς πάλαι συνήθως χρισθέντα οὐ γοῦν ἱστορεῖταί τι περὶ αὐτοῦ τοιοῦτον, κρείττονι δὲ καὶ ἐνθέῳ χρίσματι, παρ' ὃ δὴ καὶ διὰ Ἡσαΐου φησίν· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με», 5.2.7 ὅθεν καὶ μᾶλλον ἁπάντων τῶν πώποτε παρ' Ἑβραίοις σωματικώτερον χρισθέντων μόνος ἀνὰ πᾶσαν τὴν οἰκουμένην Χριστὸς παρὰ τοῖς πᾶσιν βεβόηται, καὶ τῆς ἐξ αὐτοῦ Χριστιανῶν προσηγορίας τὴν σύμπασαν ἔπλησεν οἰκουμένην. ὅπως δὲ φαμὲν αὐτὸν κεχρῖσθαι καὶ τί τὸ χρῖσμα καὶ τίς ὁ τῆς χρίσεως τρόπος αὐτάρκως ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν. 5.2.8 τούτου δὲ ἐν τοῖς χείλεσιν καὶ ἐν τῇ διδασκαλίᾳ τοσαύτη κατεχύθη χάρις, ὡς ἐν ὀλίγῳ πάντα τόπον ἐμπλῆσαι τῆς πρὸς αὐτοῦ καταγγελθείσης εὐσεβείας, ὥστε ἤδη ἐν πᾶσιν ἔθνεσιν παρὰ τοῖς τὴν διδασκαλίαν αὐτοῦ μετιοῦσιν, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ, καὶ βασιλέως καὶ θεοῦ δόξαν περιβεβλῆσθαι καὶ παρὰ πᾶσιν ἀνθρώποις Χριστὸν ἀναγορεύεσθαι. 5.2.9 πρόδηλοι δὲ καὶ οἱ ἐχθροί, οὐ μόνον οἱ πρὶν γεγονότες αὐτοῦ, ἀλλὰ καὶ οἱ ἀεὶ προσπολεμοῦντες αὐτοῦ τῷ λόγῳ, εἴτε ἐν ἀνθρώποις εἴτε καὶ ἐν ἀοράτοις δυνάμεσιν, οὓς ἀοράτῳ καὶ λεληθυίᾳ δυνάμει πάντοτε καθαιρῶν ἐξ ἁπάντων τῶν ἐθνῶν παντοίους ἑαυτῷ λαοὺς ὑποχειρίους πεποίηται. 5.2.10 τὰ δὲ ἑξῆς ἐν τῷ ψαλμῷ· «σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου», τά τε ἐπὶ τούτοις, ὡς περὶ βασιλίδος δηλούμενα καὶ θυγατρὸς τὸν πατρῷον οἶκον ἀπολιπούσης καὶ τῷ προδηλωθέντι Χριστῷ καὶ βασιλεῖ καὶ θεῷ νυμφευθείσης κύριόν τε αὐτὸν ἀναγορευούσης, ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, τὴν πατρῴαν καὶ δαιμονικὴν ἀποστραφεῖσαν πλάνην, καθηραμένην τε καὶ τῇ τοῦ θείου λόγου κοινωνίᾳ καθαρμοσαμένην, ἀναφέροιτ' ἄν, τῆς προσηκούσης τυγχάνοντα κατὰ σχολὴν ἑρμηνείας. 5.3.1 Ψαλμοῦ ρθʹ. «Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών· καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε. ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. 5.3.2 κύριος ἐκ δεξιῶν σου.» Τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν «πρωτότοκον πάσης κτίσεως» θεοῦ λόγον, τὴν πρὸ αἰῶνος σοφίαν, τὴν ἀρχὴν τῶν ὁδῶν τοῦ θεοῦ, τὸ πρωτότοκον καὶ μονογενὲς τοῦ πατρὸς γέννημα, τὸν τῇ τοῦ Χριστοῦ τιμώμενον προσηγορίᾳ, καὶ ὁ παρὼν ψαλμὸς κύριον ἀποκαλεῖ, διδάσκων αὐτὸν εἶναι σύνθρονον ὁμοῦ καὶ υἱὸν τοῦ ἐπὶ πάντων