123
ἀπόρρητον μύησιν· εἰ δὲ πλέον οὐδὲν τῶν ἐκ τοῦ προχείρου νοουμένων διερμη νεύουσιν, οὐκ οἶδα ποτέρους ἄν τις ἐλεεινοτέρους τῶν ἑτέ ρων λογίσαιτο, τοὺς τὰ τοιαῦτα λέγοντας ἢ τοὺς τὰς ἀκοὰς τοῖς τοιούτοις ὑπέχοντας. 20τοῖς ἀσθενεστάτοις20, φησί, 20τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας20. οὐκοῦν σκοπήσωμεν τὴν τῶν εἰρημένων διά 2.1.317 νοιαν. τὰ ἀσθενέστατα, φησί, ψιλῆς ἀξιοῦται τῆς τῶν τιμίων προσηγορίας, οὐκ ὄντα τὴν φύσιν ἅπερ κατονομάζεται, καὶ τοῦτο ἔργον εἶναι λέγει θεοῦ, τὸ διαψεύδεσθαι τῇ τι μιωτέρᾳ κλήσει τὴν χείρονα φύσιν. καὶ τὸ ἔμπαλιν τὰς ἀτιμοτέρας φωνὰς τοῖς κατὰ φύσιν προέχουσι τὸν θεὸν ἐφαρμόζειν λέγει, μὴ συμμετατιθεμένης τῇ κλήσει τῆς φύ 2.1.318 σεως. ὡς δ' ἂν μάλιστα καταφανὲς ἡμῖν τὸ λεγόμενον γένοιτο, ἐπ' αὐτῶν δειχθήσεται τῶν πραγμάτων ἡ ἀτοπία. εἴ τις τὸν διὰ πάσης ἀρετῆς εὐδόκιμον ἀκόλαστον λέγοι ἢ ἀναστρέψας τὸν ἴσῃ κακίᾳ διαβεβλημένον ἀγαθὸν εἴποι καὶ κόσμιον, ἆρα σωφρονεῖν ὁ τοιοῦτος ἤ τινα τῆς ἀληθείας ἔχειν φροντίδα παρὰ τοῖς νοῦν ἔχουσι νομισθήσεται, ἐπηλ λαγμένας πρὸς τοὐναντίον τὰς προσηγορίας ποιούμενος, μὴ συμμαρτυρούσης τῇ σημασίᾳ τῶν ὀνομάτων τῆς φύσεως; 2.1.319 ἐγὼ μὲν οὐκ οἶμαι. ταῦτα τοίνυν παρὰ τοῦ θεοῦ γίνεσθαί φησιν οὗτος, ἃ οὔτε ταῖς κοιναῖς τῶν ἐννοιῶν οὔτε ταῖς γραφικαῖς μαρτυρίαις συμβαίνει. ἐν μὲν γὰρ τῇ κατὰ τὸν βίον ἡμῶν συνηθείᾳ μόνων τῶν ἐκ μέθης ἢ φρενίτιδος παραπαιόντων ἐστὶ τὸ διαπλανᾶσθαι πρὸς τὰ ὀνόματα καὶ μὴ κατὰ τὸ σημαινόμενον ταῖς ἐπὶ τῶν πραγμάτων κεχρῆ σθαι φωναῖς, ἀλλὰ κύνα μὲν λέγειν, ἂν οὕτω τύχῃ, τὸν ἄνθρωπον, κυνὶ δὲ πάλιν ἐφαρμόζειν ἀνθρώπου προσηγορίαν. 2.1.320 ἡ δὲ θεία γραφὴ τοσοῦτον ἀπέχει τοῦ τῇ συγχύσει ταύτῃ συντίθεσθαι, ὥστε καὶ φανερῶς ἔστι τῆς προφητείας ἐπὶ τούτοις σχετλιαζούσης ἀκούειν. Ὁ λέγων, φησί, τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, ὁ τιθεὶς τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. πρὸς τί τοίνυν βλέπων τὴν ἀτοπίαν ταύτην προσμαρτυρεῖν οἴεται δεῖν τῷ ἰδίῳ θεῷ; εἰπάτωσαν οἱ μυσταγωγηθέντες παρ' αὐτοῦ τὰ ἀπόρρητα, τί 20τῶν περὶ γῆν ἀσθενέστατον20 κρίνουσιν, ὃ 20ταῖς τιμιωτάταις20 2.1.321 τῶν ἐπωνυμιῶν παρὰ τοῦ θεοῦ σεμνύνεται. ἀσθενέστατα τῶν ὄντων τὰ τοιαῦτα τῶν ζῴων ἐστὶν οἷς ἡ γένεσις ἀπὸ σήψεως ὑγρῶν τὴν σύστασιν ἔχει, τιμιώτατον δὲ τῶν ὄντων ἀρετή τε καὶ ἁγιότης καὶ εἴ τι φίλον τῷ θεῷ. ἆρ' οὖν μυῖαι καὶ σκνῖπες καὶ βάτραχοι καὶ οἷς ἐκ κόπρου ἡ γέ νεσις, ταῦτα τῇ τοῦ ἁγίου καὶ τῇ τῆς ἀρετῆς ἐπωνυμίᾳ τετίμηται, ὥστε σεμνύνεσθαι μὲν τοῖς τιμίοις τῶν ὀνομάτων, μὴ συμμετέχει δὲ τῆς τῶν 20ἀξιωμάτων ἰσομοιρίας20, 2.1.322 καθώς φησιν ὁ Εὐνόμιος; ἀλλ' οὔπω τὸ τοιοῦτον ἠκού σαμεν, ὅτι τὰ ἀσθενῆ ταῦτα ταῖς μεγαλοφυεστέραις τῶν προσηγοριῶν κατωνόμασται ἢ ὅτι τὸ μέγα τῇ φύσει καὶ τίμιον τῇ ἑνὸς τούτων καθυβρίσθη προσηγορίᾳ. δίκαιος ἦν ὁ Νῶε, φησὶν ἡ γραφή, πιστὸς Ἀβραὰμ καὶ πραῢς Μωϋσῆς καὶ σοφὸς ∆ανιὴλ καὶ σώφρων ὁ Ἰωσὴφ καὶ ἄμεμπτος ὁ Ἰὼβ καὶ μακροθυμίαν κατωρθωκὼς ὁ ∆αβίδ. 2.1.323 εἰπάτωσαν τοίνυν, εἴ πη τούτων ἕκαστος ἐκ τῶν ἐναντίων τὰς ἐπωνυμίας ἔσχεν, ἢ καὶ ἐπὶ τῶν πρὸς τὸ χεῖρον μαρ τυρουμένων οἷον Νάβαλ ὁ Καρμήλιος καὶ Φαραὼ ὁ Αἰ γύπτιος καὶ Ἀβιμέλεχ ὁ ἀλλόφυλος καὶ πάντες οἱ ἐπὶ κακίᾳ μνημονευόμενοι, εἰ ταῖς δεξιωτέραις τῶν ἐπωνυμιῶν παρὰ τῆς θείας φωνῆς ἐτιμήθησαν. οὐκ ἔστι ταῦτα, ἀλλ' ὡς ἔχει φύσεως τε καὶ ἀληθείας, οὕτω τὰ ὄντα παρὰ τοῦ θεοῦ κρίνεται τε καὶ λέγεται, οὐκ ἐναντίως τοῖς οὖσιν ὀνο μαζόμενα, ἀλλ' ὡς ἂν μάλιστα καταφανῆ γένοιτο τὰ ση μαινόμενα ταῖς οἰκείαις προσηγορίαις ἐξαγγελλόμενα. 2.1.324 Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ 20τῆς πεφωρη μένης συνηθείας20 κατήγορος, ὁ τοὺς 20παρῃρημέ νους ἐν δίκῃ τὸν λογισμὸν20 διασύρων, ταῦτα γινώ σκειν περὶ τῆς θείας ὑποτίθεται φύσεως, ταύτας περὶ θεοῦ τὰς δόξας ἐκτίθεται ὡς κατειρωνευομένου τῶν πραγμάτων ταῖς ψευδωνύμοις φωναῖς καὶ 20τοῖς ἀσθενεστάτοις τὰς τιμιωτάτας20 χαριζομένου