124
θεοῦ τε καὶ κυρίου τῶν ὅλων, αἰώνιόν τε τοῦ πατρὸς ἱερέα. 5.3.3 πρῶτον δὴ οὖν ἐπιστήσεις, ὡς ἤδη τοῦτο δεύτερον, γέννημα θεοῦ, προσηγόρευται, καὶ ἐπεὶ θεοῦ γε πνεύματι τὰ τῆς προφητείας ἡμῖν εἰρῆσθαι πεπίστευται, ὅρα εἰ μὴ αὐτὸ δὴ τὸ ἐν τῷ προφήτῃ πνεῦμα ἅγιον ἑαυτοῦ κύριον δεύτερον μετὰ τὸν τῶν ὅλων ἀναγορεύει. «εἶπεν» γάρ, φησίν, «ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου». τὸν πρῶτον κύριον, ὡς ἂν καθόλου τῶν ἁπάντων δεσπότην, Ἑβραῖοι ἀνεκφωνήτῳ προσρήσει τῇ διὰ τῶν τεσσάρων στοιχείων ἀνηγόρευον· τὸν δὲ δεύτερον οὐκέθ' ὁμοίως, ἰδίως δ' αὐτὸν κύριον ὠνόμαζον. 5.3.4 εἰκότως οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ἐρόμενός ποτε τοὺς Φαρισαίους «τί ὑμῖν περὶ τοῦ Χριστοῦ δοκεῖ, τίνος ἐστὶν υἱός;» εἰπόντων «τοῦ ∆αβίδ», ἐπιλέγει· «πῶς οὖν ∆αβὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου;» μονονουχὶ ἑρμηνεύων τὴν λέξιν, ὡς οὐ μόνον τοῦ ∆αβὶδ κύριον αὐτὸν ἀναγορεύουσαν, ἀλλὰ γὰρ καὶ τοῦ ἐν τῷ προφήτῃ πνεύματος. 5.3.5 εἰ δὲ τὸ πνεύμα τὸ προφητικόν, τοῦτο δ' ἡμῖν εἶναι πεπίστευται τὸ ἅγιον πνεῦμα, ὁμολογεῖ τοῦτον εἶναι κύριον, ὃν σύνθρονον εἶναι τοῦ πατρὸς ἐκδιδάσκει, καὶ οὐκ ἀπολύτως γε, ἀλλὰ καὶ ἑαυτοῦ κύριον, κατὰ πολὺ πλέον καὶ μᾶλλον τοῦτ' ἂν εἴποιεν αἱ μετὰ τὸ ἅγιον πνεῦμα λογικαὶ δυνάμεις, ἥ τε σύμπασα ὁρωμένη τε ἐν σώμασιν καὶ ἐν ἀσωμάτοις ἑστῶσα δημιουργία, ἧς ἁπάσης εἰκότως ἂν καταδειχθείη κύριος ὁ μόνος τοῦ πατρὸς σύνθρονος, δι' οὗ τὰ σύμπαντα ἐγένετο, ὅτι δὴ κατὰ τὸν θαυμάσιον ἀπόστολον «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα». 5.3.6 μόνον γοῦν εἰκὸς αὐτὸν τῆς τοῦ πατρὸς ὁμοιώσεως ἔχειν τὸ κῦρος, ὡς ἂν καὶ μόνον σύνθρονον τοῦ πατρὸς ἀναδεδειγμένον. πρόδηλον οὖν ὅτι οὐδενὶ τῶν γενητῶν θέμις τῶν δεξιῶν λαχεῖν τῆς παντοκρατορικῆς ἀρχῆς τε καὶ βασιλείας, εἰ μὴ ἄρα ἑνὶ μόνῳ τῷ διὰ τῶν προκειμένων ποικίλως θεολογουμένῳ. 5.3.7 Ἐπίστησον οὖν ὡς πρὸς ἕνα καὶ τὸν αὐτὸν ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων κύριος καὶ τὴν «κάθου ἐκ δεξιῶν μου» δωρεῖται φωνὴν καὶ τὴν «πρὸ ἑωσφόρου γεγέννηκά σε», μεθ' ὅρκου δὲ διαβεβαιώσεως ἄσειστον καὶ ἀπαράβατον αὐτῷ τὴν τιμὴν τῆς εἰς ἄπειρον αἰῶνα διαρκοῦς ἱερωσύνης παραδίδωσιν· «ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα». 5.3.8 τίς δ' ἂν ἐπινοοῖτο, οὔτι δὴ θνητὸς ἀνήρ, ἀλλ' οὐδέ τις τῆς ἀγγελικῆς φύσεως, ὑπὸ θεοῦ μὲν γεγενημένος εἰς αἰῶνα δὲ ἱερωμένος, ἢ μόνος ὁ καὶ ἐν τοῖς πρόσθεν εἰπὼν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»; καὶ πρόσσχες δέ, ἐπιμελῶς τὸν νοῦν ἐπιστήσας, τῷ τε παρόντι ψαλμῷ καὶ ταῖς ἐν τῷ πρὸ τούτου παρατεθείσαις φωναῖς. 5.3.9 ἐν μὲν γὰρ τούτῳ ὁ ἀνωτάτω θεὸς σύνθρονον τὸν δεύτερον καὶ ἡμῶν κύριον ἑαυτοῦ καθίστησι, λέγων «κάθου ἐκ δεξιῶν μου», ἐν δὲ τῷ πρὸ τούτου τὸν θρόνον εἰς αἰῶνα αἰῶνος διαμένειν ὁ λόγος ἔφησεν, ὁμοῦ θεὸν αὐτὸν ἀναγορεύων δι' ὧν φησιν· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». 5.3.10 πάλιν ἐν μὲν τῷ μετὰ χεῖρας «ῥάβδον», φησίν, «δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών», ἐν δὲ ἐκείνῳ «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου». καὶ αὖθις ὁ μὲν παρών φησιν· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου», ὁ δὲ πρόσθεν· «τὰ βέλη σου ἠκονημένα, δυνατέ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως». οὐκοῦν καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ δηλουμένου ἐν ἀμφοτέροις συνᾴδει. 5.3.11 τίς δῆτα οὖν ὀφθαλμοῖς ὁρῶν ἐν μέσαις ταῖς πόλεσιν ἔν τε κώμαις καὶ χώραις καθ' ὅλης τε τῆς οἰκουμένης ἀνθούσας τὰς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας τούς τε πρὸς αὐτοῦ κυριευομένους λαούς, καὶ μυρίανδρα πλήθη τῶν αὐτῷ καθωσιωμένων πανταχόθεν ὑπὸ τῶν ὁρωμένων τε ἐν ἀνθρώποις ἀοράτων τε καὶ ἀφανῶν ἐχθρῶν καὶ πολεμίων τῆς τοῦ Χριστοῦ διδασκαλίας κυκλούμενα, οὐκ ἂν