124
προσηγορίας, ἀντιφθεγγο μένης ταῖς προσηγορίαις τῆς φύσεως, καὶ τὰ τίμια καθυ 2.1.325 βρίζοντος τῇ πρὸς τὰ φαῦλα τῶν ὄντων ὁμωνυμίᾳ. καὶ ἄνθρωπος μέν τις τῶν πρὸς ἀρετὴν βλεπόντων ἔξω τι τῆς ἀληθείας καὶ ἀκουσίως πολλάκις παρενεχθεὶς ὑπ' αἰδοῦς καταδύεται, θεῷ δὲ πρέπουσαν ἡγεῖται τιμὴν τὸ φανῆναι διαψευδόμενον ταῖς ἐπωνυμίαις τὰ πράγματα; οὐ ταῦτα μαρτυροῦσιν αἱ προφητεῖαι τῇ θείᾳ φύσει. Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, φησὶν ὁ ∆αβίδ. πῶς οὖν ἀληθινὸς ὁ τῶν πραγμάτων καταψευδόμενος καὶ ὑπαλλάσσων ἐν ταῖς τῶν ὀνομάτων ἐμφάσεσι τὴν ἀλήθειαν; Εὐθὴς κύριος 2.1.326 ὁ θεός, παρὰ τοῦ αὐτοῦ πάλιν προσαγορεύεται. ἆρ' οὖν εὐθύτητός ἐστι τὸ σεμνύνειν ἐν τοῖς τιμιωτάτοις τῶν ὀνο μάτων τὰ ἄτιμα καὶ τὴν ἐπωνυμίαν διδόντα ψιλὴν τῆς ἐμ φαινομένης ἀξίας τῷ ῥήματι βασκαίνειν τῷ μετειληφότι τῆς κλήσεως; αὕτη τῶν θεολόγων τούτων ἡ περὶ τοῦ νέου θεοῦ μαρτυρία· τοῦτο τῆς πολυθρυλήτου διαλεκτικῆς ἀγχινοίας τὸ πέρας, τὸ δεῖξαι τὸν θεὸν αὐτὸν καὶ ταῖς ἀπάταις ἐπι τερπόμενον καὶ τοῦ κατὰ τὸν φθόνον πάθους οὐ καθα 2.1.327 ρεύοντα. ἀπάτης μὲν γάρ ἐστι τὸ μὴ ὡς ἔχει φύσεώς τε καὶ ἀξίας τὰ ἀσθενῆ τῶν πραγμάτων κατονομάζειν, ἀλλ' ἐκ τῶν ὑπερεχόντων τὰς ἐπωνυμίας αὐτοῖς μάτην χαρίζεσθαι, μὴ συμμετατιθέντα τῇ κλήσει τῶν κατονομαζομένων τὴν δύναμιν· φθόνου δὲ τὸ δυνάμενον τὴν τιμιωτέραν λῆξιν τοῖς πρὸς τὸ κρεῖττον ὀνομασθεῖσι χαρίζεσθαι ὀκνεῖν τὴν χάριν, οἱονεὶ ζημίαν ἰδίαν κρίνοντα τὴν τῶν ἀσθενῶν εὐπραγίαν. 2.1.328 ἀλλ' ἐγὼ συμβουλεύσαιμ' ἂν τοῖς γε νοῦν ἔχουσι, κἂν ὁ τῶν Γνωστικῶν τούτων θεὸς τοιοῦτος εἶναι ὑπὸ τῆς τῶν συλλογισμῶν βίας καταναγκάζηται, μὴ οὕτω καὶ τὸν ἀλη θινὸν θεόν, τὸν μονογενῆ θεὸν οἴεσθαι, ἀλλὰ πρὸς τὴν ἀλήθειαν τῶν ὑποκειμένων ὁρᾶν καὶ τὸ κατ' ἀξίαν ἑκάστῳ προσμαρτυρεῖν καὶ ἐκ τῶν πραγμάτων κατονομάζειν. ∆εῦτε; φησίν, οἱ εὐλογημένοι, καὶ Πορεύεσθε οἱ κατηραμένοι, οὔτε τὸν κατάρας ἄξιον τῷ τῆς εὐλογίας τιμήσας ὀνόματι οὔτε τὸ ἔμπαλιν τὸν τὴν εὐλογίαν ἑαυτῷ θησαυρίσαντα μετὰ τῶν ἐξαγίστων ἀποπεμψάμενος. 2.1.329 Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ; μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι' ἀπορίαν ῥημάτων, ὡς ἂν μάλιστα δόξειεν εἰς πλάτος ἐκτείνειν τὸν λόγον, ἀδιανοήτοις τισὶν ἐμβατταρίζων τὴν φλυαρίαν ἐξέτεινεν. ἀλλ' ἔχει τι καὶ τὸ 2.1.330 ἀνόητον τῶν εἰρημένων ὡς πρὸς τὴν αἵρεσιν ὕποπτον. τὸ γὰρ εἰπεῖν 20τὰ τιμιώτατα τῶν ὀνομάτων καὶ τοῖς ἀσθενεστάτοις20 ἐπιλέγεσθαι, κἂν μὴ ἰσομοιροῦντα τύχῃ κατὰ τὴν φύσιν τοῦ ἀξιώματος, κατασκευή τίς ἐστιν αὐτῷ κατὰ τὸ λεληθὸς τῇ βλασφημίᾳ τὴν ἀκολουθίαν ὑπευτρε πίζουσα· ὡς ἂν τοῦτο παρ' αὐτοῦ μάθοιεν οἱ τὰ ἐκείνου μανθάνοντες, ὅτι κἂν θεὸς ὁ μονογενὴς ὀνομάζηται καὶ σοφία καὶ δύναμις καὶ φῶς καὶ ἀλήθεια καὶ κριτὴς καὶ βασιλεὺς καὶ ἐπὶ πάντων θεὸς καὶ μέγας θεὸς καὶ ἄρχων εἰρήνης καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος καὶ πάντα τὰ 2.1.331 τοιαῦτα, μέχρις ὀνόματος μόνον ἐστὶν ἡ τιμή. οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς ∆ανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδωλα πλάνην, ὡς ἂν μὴ τὸν χαλκὸν ἢ τὸν δράκοντα σέβοιεν, τὸ ὄνομα τοῦ θεοῦ τὸ παρὰ τῶν ματαίων αὐτοῖς ἐπιπεφημισμένον αἰδούμενοι, καὶ σαφῶς δι' ὧν ἐποίησεν ἔδειξεν ὅτι οὐ συμ βαίνει τὸ ὑψηλὸν τῆς θεότητος ὄνομα πρός τε τὸ ἑρπετὸν θηρίον καὶ πρὸς τὸ σχῆμα ᾧ ὁ χαλκὸς ἐτετύπωτο, ταῦτα πρὸς τὸ ἐναντίον καὶ ὁ ἐχθρὸς τοῦ θεοῦ ἐπὶ τοῦ μονο γενοῦς θεοῦ κατασκευάζειν διὰ τῶν δογμάτων φιλονεικεῖ, τοῦτο βοῶν διὰ πάσης τῆς προκειμένης αὐτῷ ῥήσεως ὅτι μὴ πρὸς τὰ ὀνόματα τοῦ κυρίου βλέπετε ὧν μετείληφεν, ὡς ἐκ τούτων τὸ ἄφραστον αὐτοῦ καὶ ὑψηλὸν τῆς οὐσίας λογίζεσθαι· πολλὰ γὰρ καὶ ἄλλα τῶν ἀσθενεστάτων ταῖς ὑπερεχούσαις ἐπωνυμίαις τετίμηται, ὧν ἡ μὲν κλῆσις τὸ ὑψηλὸν ἔχει, ἡ δὲ φύσις πρὸς τὸ μεγαλεῖον τῆς προσηγορίας 2.1.332 οὐκ ἐξαλλάσσεται. διὰ τοῦτο λέγει μέχρις ὀνομάτων ψιλῶν γίνεσθαι παρὰ τοῦ θεοῦ