1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

125

θαυμάσειεν τὸν παρόντα χρησμὸν εἰς πρόσωπον ἀναφωνηθέντα τοῦ θεσπιζομένου τὸ «κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου». 5.3.12 Καὶ ἐπειδήπερ ἐν τῷ πρόσθεν κεχρῖσθαι τῷ ἐλαίῳ «τῆς ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου», ἱερέων δὲ οἰκεῖον ἦν παρ' Ἑβραίοις τὸ χρίεσθαι, εἰκότως ὁ μετὰ χεῖρας ἤδη λευκότερον ἱερέα αὐτὸν ἐπιφημίζει, πλείονα προτιθεὶς περὶ αὐτοῦ διδασκαλίαν, δι' ἧς μόνον αὐτὸν παρὰ τοὺς πώποτε αἰώνιον ἱερέα εἶναι παιδεύει, ὅπερ οὐδεμιᾷ ἀνθρώπου φύσει δυνατὸν ἐφαρμόζειν· 5.3.13 «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἱερᾶσθαί φησιν αὐτόν, πρὸς ἀντιδιαστολὴν τοῦ κατὰ τὴν Μωσέως διάταξιν ἱερέως, ἤτοι τοῦ Ἀαρὼν ἢ καί τινος τῶν ἐξ ἐκείνου· ὧν ἕκαστος μὴ ὢν πρότερον ἱερεὺς ὕστερόν ποτε δι' ἀνθρώπων ἀλοιφῇ τινι σκευαστῇ χριόμενος, ὡς ἐν τύποις εἰπεῖν καὶ συμβόλοις, σκιώδης τις καὶ εἰκονικὸς Χριστὸς ἀπετελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπετίθετο τὴν ἱερωσύνην, καὶ παρὰ μὲν τῷ Ἰουδαίων μόνῳ ἱερᾶτο λαῷ, οὐ μὴν καὶ παρὰ τοῖς ἄλλοις ἔθνεσιν, ἀλλ' οὐδὲ μεθ' ὁρκωμοσίας θεοῦ ἐπὶ τὴν λειτουργίαν παρῄει κρίσει δὲ ἀνθρώπων τιμώμενος, ὡς καί ποτε μὴ ἄξιον εὑρίσκεσθαι ἐν αὐτοῖς τῆς τοῦ θεοῦ θεραπείας, οἷος ἀναγέγραπται ὁ Ἠλεί. 5.3.14 ἔτι πρὸς τούτοις ὁ παλαιὸς ἐκεῖνος ἱερεύς, ὁ κατὰ τὴν Μωσέως διάταξιν, ἐκ μόνης ἐκρίνετο φυλῆς τῆς Λευί, ἔδει δὲ ἐξ ἅπαντος καὶ τὸ γένος ἐκ τῆς τοῦ Ἀαρὼν διαδοχῆς αὐτὸν φέρειν, θύμασίν τε ζῴων ἀλόγων καὶ αἵμασιν σωματικῇ γε λατρείᾳ θεραπεύειν τὸ θεῖον· ὁ δὲ Μελχισεδὲκ ὠνομασμένος, ὃ μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν «βασιλεὺς δικαιοσύνης, ἔπειτα βασιλεὺς Σαλήμ», ὃ καὶ αὐτὸ ἂν εἴη «βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος», οὐκ ἔχων κατὰ τὴν ἱστορίαν οὐκ «ἀρχὴν ἡμερῶν», οὐ «ζωῆς τέλος», ἀλλ' οὐδὲ κοινόν τι φέρων πρὸς τὸν τῆς τοῦ Ἀαρὼν ἱερωσύνης τρόπον. 5.3.15 οὔτε γὰρ ὑπ' ἀνθρώπων ᾕρητο, οὐκ ἐλαίῳ σκευαστῷ κέχριστο, οὐ γένος ἦν τῶν μηδὲ φανέντων πω· καὶ τὸ πάντων γε παραδοξότατον, ὅτι μηδὲ τὴν σάρκα περιτέτμητο, καὶ ὅμως τὸν Ἀβραὰμ εὐλογεῖ, ὡς ἂν πολὺ κρείττων αὐτοῦ τυγχάνων, ἀλλ' οὐδὲ θυσίαις καὶ σπονδαῖς τῷ ὑψίστῳ ἱερᾶτο θεῷ, οὐδὲ μὴν παρὰ τῷ ἐν Ἱερουσαλὴμ ναῷ τὴν λειτουργίαν ἐξετέλει. 5.3.16 πῶς γὰρ τῷ μηδὲ ὄντι; εἰκότως οὖν, ἐπεὶ καὶ τῷ ἡμετέρῳ σωτῆρι τῷ Χριστῷ οὐδὲν μὲν τῷ Ἀαρὼν ἐμφερὲς ἔμελλεν συμβήσεσθαι· οὔτε γὰρ μὴ ὢν πρότερον ὕστερόν ποτε ἱερεὺς ἀναδέδεικται, καὶ ἱερεὺς οὐ γενόμενος ἀλλὰ ὤν. προσεκτέον γὰρ ἐπιμελῶς τῷ «σὺ ἱερεὺς εἰς τὸν αἰῶνα». οὐ γὰρ ἔσῃ, φησίν, μὴ ὢν πάλαι, ἀλλ' οὐδ' ἦσθα μὲν πάλαι νῦν δὲ οὔ, ἀλλὰ παρὰ τοῦ φήσαντος «ἐγώ εἰμι ὁ ὢν» σὺ εἶ καὶ «ἱερεὺς εἰς τὸν αἰῶνα» διαμένεις· 5.3.17 ἐπεὶ οὖν οὔτε ἀπὸ χρόνου τῆς ἱερωσύνης ἀπήρξατο οὔτε ἐκ φυλῆς τῶν ἱερωμένων ὁ Χριστός, οὐδὲ διὰ σκευαστοῦ καὶ σωματικοῦ ἐλαίου κέχριστο, οὐδὲ τέλος ἕξειν ἔμελλεν τῆς ἱερωσύνης οὐδὲ μόνοις Ἰουδαίοις ἀλλὰ καὶ πᾶσιν ἔθνεσιν καταστήσεσθαι, τούτων ἕνεκα πάντων εἰκότως αὐτὸν τῆς μὲν κατὰ τὸν τύπον Ἀαρὼν λειτουργίας ἀπαλλάττει, «κατὰ τὴν τάξιν δὲ Μελχισεδὲκ» ἱερέα φησὶν ἔσεσθαι. 5.3.18 Καὶ τό γε ἀποτέλεσμα τοῦ χρησμοῦ θαυμάσιον συνορῶντι ὅπως ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τῷ τοῦ Μελχισεδὲκ τρόπῳ τὰ τῆς ἐν ἀνθρώποις ἱερουργίας εἰσέτι καὶ νῦν διὰ τῶν αὐτοῦ θεραπευτῶν ἐπιτελεῖ. 5.3.19 ὥσπερ γὰρ ἐκεῖνος ἱερεὺς ἐθνῶν τυγχάνων οὐδαμοῦ φαίνεται θυσίαις σωματικαῖς κεχρημένος, οἴνῳ δὲ μόνῳ καὶ ἄρτῳ τὸν Ἀβραὰμ εὐλογῶν, τὸν αὐτὸν δὴ τρόπον πρῶτος μὲν αὐτὸς ὁ σωτὴρ κύριος ἡμῶν, ἔπειτα οἱ ἐξ αὐτοῦ πάντες ἱερεῖς ἀνὰ πάντα τὰ ἔθνη τὴν πνευματικὴν ἐπιτελοῦντες κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς ἱερουργίαν, οἴνῳ καὶ ἄρτῳ τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος αἰνίττονται τὰ μυστήρια, τοῦ Μελχισεδὲκ ταῦτα πνεύματι θείῳ προτεθεωρηκότος καὶ τῶν μελλόντων ταῖς εἰκόσι προκεχρημένου, ὡς ἡ Μωσέως γραφὴ μαρτυρεῖ λέγουσα· «καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ