125
τοῖς ὑποβεβηκόσι τὴν τῆς τιμῆς μετουσίαν, μὴ συνακολουθούσης τῇ κλήσει τῆς κατὰ τὴν ἀξίαν ἰσότητος, ὥστε πάντα περὶ τοῦ υἱοῦ μαθόντας, ὅσα τῆς ὑψηλῆς ἐστι σημασίας, μέχρις ὀνόματος οἴεσθαι τὴν ἐν ταῖς φωναῖς τιμὴν προσμαρτυρεῖσθαι αὐτῷ, τῆς δὲ κατὰ τὴν ἀξίαν 20ἰσομοιρίας20 ἀμέτοχον εἶναι κατὰ τὴν ἐν τοῖς εἰρημένοις τεχνολογίαν. 2.1.333 Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναίειν μοι δοκῶ τοὺς καθομιλοῦντας τῷ λόγῳ πρὸ τῆς <ὑπὲρ> τῶν καιριω τέρων μάχης. οὐκοῦν ταῦτα μέν, ὅπως ἂν ἔχῃ, τοῖς ἐπι στατικωτέροις τῶν ἀκροατῶν ἐατέον, ἡμῖν δὲ πρὸς τὰ προ 2.1.334 κείμενα μετενεκτέον τὸν λόγον. σιγάσθω δὲ καὶ τὸ προσ εχῶς τοῖς ἐξητασμένοις προσκείμενον ὅτι· 20ταῦτα μέντοι τοῦτον διατέτακται τὸν τρόπον, οὐ τῆς ἐπι νοίας τῶν ἀνθρώπων λαχούσης τὴν ἐξουσίαν τῶν ὀνομάτων20-τίς γὰρ τοῦτό φησι, τὸ μὴ κατ' ἰδίαν ὑπόστασιν θεωρούμενον ἐν ἐξουσίᾳ πράγματος εἶναί τινος; μόνων γὰρ τῶν οἰκείᾳ τινὶ προαιρέσει διοικουμένων τὸ κατ' ἐξουσίαν τι πράττειν ἐστίν, ἡ δὲ ἐπίνοια τῆς ἡμε τέρας διανοίας ἐστὶν ἐνέργεια καὶ τῆς τῶν φθεγγομένων ἤρτηται προαιρέσεως, οὐ καθ' ἑαυτὴν ὑφεστῶσα, ἀλλ' ἐν τῇ 2.1.335 τῶν διαλεγομένων ὁρμῇ τὴν ὑπόστασιν ἔχουσα-20ἀλλ' αὐτοῦ20, φησί, 20τοῦ τὰ πάντα δημιουργήσαντος θεοῦ σχέσεως τε καὶ ἐνεργείας καὶ ἀναλογίας μέτροις καὶ νόμοις προσφυῶς ἑκάστῳ τῶν ὀνο μαζομένων τὰς προσηγορίας συναρμόζοντος20. ταῦτα δὲ ἢ καθόλου νοῦν οὐκ ἔχει ἢ ὑπεναντίως τοῖς προ εκτεθεῖσιν ἔχει. εἰ γὰρ προσφυῶς ἁρμόζειν τοῖς ὑποκει μένοις μαρτυρεῖ νῦν τῷ θεῷ τὰ ὀνόματα, πῶς ἐν τοῖς ἀνωτέροις κατασκευάζει τὸν θεὸν τοῖς ἀτίμοις τὰ ὑψηλότερα τῶν ὀνομάτων χαρίζεσθαι, μὴ συμμεταδιδόντα τῆς ἐμφαι νομένης τῇ σημασίᾳ τῶν ὀνομάτων ἀξίας, καὶ πάλιν τὰ μεγάλα κατὰ τὴν φύσιν καθυβρίζειν ταῖς ἀτίμοις φωναῖς, τῇ ταπεινότητι τῶν ῥημάτων οὐ συμμετατιθεμένης τῆς φύ 2.1.336 σεως; ἀλλ' ἀδικοῦμεν τάχα τὴν ἀδιανόητον αὐτοῦ ταύτην τῶν ῥημάτων συνθήκην ταῖς τοιαύταις κατηγορίαις ὑπά γοντες. ταῦτα γὰρ καθόλου πάσης ἐστὶ διανοίας ἀλλότρια, οὐ μόνον τῆς ὀρθῆς λέγω τῆς εἰς εὐσέβειαν, ἀλλ' οὐδ' ὁπωσοῦν μετέχοντά τινος λογισμοῦ τοῖς ἐξετάζειν ἀκριβῶς 2.1.337 ἐπισταμένοις εὑρίσκεται. ἐπεὶ οὖν καθ' ὁμοιότητα τῶν θα λασσίων πνευμόνων ὄγκον μέν τινα τὸ φαινόμενον ἔχειν δοκεῖ, ὁ δὲ ὄγκος φλέγμα ἐστὶ βδελυκτὸν μὲν ἰδεῖν, βδε λυκτότερον δὲ εἰς χεῖρας λαβεῖν, διὰ τοῦτο πρεπωδεστάτην πρὸς τὰ μάταια τὴν σιωπὴν κρίνων παραδραμοῦμαι τὰ εἰρημένα σιγῇ. τίνι γὰρ διοικεῖται νόμῳ ἐνέργειά τε καὶ ἀναλογία καὶ σχέσις καὶ τίς ὁ νομοθετῶν τῷ θεῷ τοὺς τῆς ἀναλογίας καὶ σχέσεως νόμους καὶ τρόπους, κρεῖττον ἂν εἴη μένειν ἀνεξέταστον ἢ διὰ τῆς περὶ ταῦτα σπουδῆς ναυτίαν τε ποιεῖν τοῖς ἀκούουσι καὶ ἀπάγειν τῶν σπουδαι οτέρων τὸν λόγον. 2.1.338 Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογο γραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες· ὥστε κατ' ἀνάγκην ἡμῖν τὸν λόγον τοῖς εἰρημένοις ἐναπολῆξαι, μηδεμίαν ἐκ τῶν γεγραμμένων ὕλην εἰς ἐργασίαν εὑρίσκοντα. ὡς γάρ τις καπνὸς ἢ ὀμίχλη βαθύνει μὲν καὶ ἀναθολοῖ τὸν ἀέρα, ἐν ᾧπερ ἂν τὴν σύ στασιν λάβῃ, καὶ πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν κωλύει τὴν ὅρασιν, οὐ μὴν οὕτω καταπυκνοῦται πρὸς ἑαυτὴν ὡς καὶ δράξασθαι τὸν βουλόμενον καὶ περισχεῖν ταῖς παλάμαις καὶ ἀντιτυπῆσαι τῷ πλήττοντι, τοιοῦτόν τι καὶ περὶ τῆς σεμνῆς ταύτης λογογραφίας εἰπών τις οὐκ ἂν τῆς ἀληθοῦς 2.1.339 εἰκασίας ἁμάρτοι. πολὺς ὁ ὕθλος ἐν ὀγκώδει καὶ φλεγμαί νοντι λόγῳ πεπονημένος καὶ τῷ μὴ λίαν διορατικῷ τὴν ψυχὴν ὥσπερ ἀχλὺς τῷ πόρρωθεν βλέποντι σύστασιν ἔχειν τινὰ καὶ φαντασίαν δοκεῖ· εἰ δέ τις κατ' αὐτὸν γένοιτο καὶ τῇ ἐξεταστικῇ διανοίᾳ τῶν εἰρημένων ἐφάπτοιτο, καπνοῦ δίκην διαρρεῖ <ὑπὸ> τῆς λαβῆς τὰ νοήματα καὶ εἰς τὸ μὴ ὂν διασκίδναται καὶ οὐ δέχεται διά τινος στερρότητος καὶ 2.1.340 ἀντιτυπίας τὸν πλήττοντα λόγον. τί οὖν χρὴ πράττειν, ἄπορον·