1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

125

καθάπερ τὴν παρθένον φθείρεσθαι λέγομεν, οὕτω καὶ τὴν ψυχήν. ∆ιὰ τοῦτο Παῦλος ἔλεγε· Μή πως φθαρῇ τὰ νοήματα ὑμῶν· καὶ πάλιν ἀλλαχοῦ, Ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, φησί. εʹ. Τί γὰρ, εἰπέ μοι, φθορὰ σώματος; οὐχὶ διάλυσις τοῦ παντὸς, καὶ τῆς συνθέσεως αὐτῆς; Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς γίνεται, τῆς ἁμαρτίας εἰσελθούσης. Κάλλος γὰρ ψυχῆς σωφροσύνη, δικαιοσύνη· ὑγίεια ψυχῆς ἀνδρεία, φρόνησις. Ὅ τε γὰρ αἰσχρὸς δυσειδὴς, ὅ τε πλεονέκτης, ὅ τε τοῖς πονηροῖς πράγμασιν ἑαυτὸν ἐκδιδοὺς, ὅ τε δειλὸς, ἄνανδρος καὶ ἀσθενὴς καχεκτεῖ. Ὅτι δὲ αἱ ἁμαρτίαι φθορὰν ἐργάζονται, ἐντεῦθεν δῆλον· καὶ γὰρ αἰσχροὺς ποιοῦσι καὶ ἀσθενεῖς, καὶ κάμνειν παρασκευάζουσι. Φθαρῆναι γὰρ τὴν παρθένον καὶ διὰ τοῦτο κυρίως λέγομεν, οὐχ ὅτι τὸ σῶμα φθείρεται μόνον, ἀλλὰ διὰ τὴν παρανομίαν· τὸ γὰρ γινόμενον μῖξίς ἐστιν· εἰ δὲ τοῦτο ἦν ἡ φθορὰ, ἦν ἂν καὶ γάμος φθορά. Ὥστε οὐχ ἡ μῖξις φθορὰ, ἀλλ' ἡ ἁμαρτία· ᾔσχυνε γὰρ αὐτήν. Σκόπει δὲ καὶ ἄλλως· φθορὰ οἰκίας τί γένοιτο ἂν, ἢ διάλυσις; Καὶ πανταχοῦ ἡ φθορὰ μεταβολή τίς ἐστιν ἐπὶ τὸ χεῖρον, ἐφ' ἑτέραν ἕξιν καὶ ἀφανισμὸν τοῦ προτέρου γινομένη. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς· καὶ πάλιν, 62.175 Ἐν καταφθορᾷ ἀνυπομονήτῳ· καὶ πάλιν, Ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν. Φθαρτὸν ἡμῖν τὸ σῶμά ἐστιν, ἀλλ' ἄφθαρτος ἡ ψυχή. Μὴ δὴ οὖν καὶ αὐτὴν φθείρωμεν· τοῦτο ἡ ἁμαρτία εἰργάσατο ἡ προτέρα· ἡ δὲ μετὰ τὸ λουτρὸν καὶ τὴν ψυχὴν φθεῖραι δύναται, καὶ εὐάλωτον ποιῆσαι τῷ σκώληκι τῷ ἀθανάτῳ· οὐ γὰρ ἂν ἥψατο, εἰ μὴ φθαρτὴν εὗρε ψυχήν. Ἀδάμαντος σκώληξ οὐχ ἅπτεται· κἂν ἅψηται, οὐδὲν εἰργάσατο. Μὴ δὴ φθείρῃς τὴν ψυχήν· τὸ γὰρ φθειρόμενον δυσωδίας ἐστὶ μεστόν. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἀλλ' αὕτη ἡ φθορὰ ἐνδύσεται ἀφθαρσίαν, ἐκείνη δὲ οὐκέτι· ἔνθα γὰρ ἀφθαρσία, φθορὰ οὐκ ἔστιν. Ὥστε φθορὰ ἄφθαρτός ἐστι, τέλος οὐκ ἔχουσα, θάνατος ἀθάνατος. Ὅπερ ἔμελλε γίνεσθαι, εἰ τὸ σῶμα ἔμεινεν ἀθάνατον. Οὕτως ἂν φθορὰν ἔχοντες ἀπέλθωμεν ἐκεῖ, ἄφθαρτον καὶ ἀτελεύτητον ἕξομεν τὴν φθοράν. Τὸ γὰρ καίεσθαι καὶ σκώληκι διαπαντὸς δαπανᾶσθαι, φθορά ἐστιν ἄφθαρτος· οἷον ἦν καὶ ἐπὶ τοῦ μακαρίου Ἰώβ· ἐφθείρετο, καὶ οὐκ ἀπώλλυτο, καὶ ταῦτα χρόνου πολλοῦ προβεβηκότος· ἀλλ' ἀεὶ ἔτηκε βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. Τοιοῦτόν τι ἡ ψυχὴ πείσεται τότε, τῶν σκωλήκων αὐτῇ περιεστώτων καὶ διατρωγόντων, οὐκ ἐπὶ δύο ἔτεσιν, οὐδὲ ἐπὶ τρισὶν, οὐδὲ ἐπὶ δέκα, οὐδὲ ἐπὶ ἑκατὸν, οὐδὲ ἐπὶ μυρίοις, ἀλλ' ἐπὶ ἀτελευτήτοις· Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησί. Φοβηθῶμεν τοίνυν, παρακαλῶ, δείσωμεν τὰ ῥήματα, ἵνα μὴ περιπέσωμεν τοῖς πράγμασι. Φθορὰ ἡ πλεονεξία ἐστὶ, φθορὰ πασῶν χαλεπωτέρα, εἰς εἰδωλολατρείαν ἄγουσα. Φύγωμεν τὴν 62.176 φθορὰν, ἑλώμεθα τὴν ἀφθαρσίαν. Ἐπλεονέκτησας τὸν δεῖνα; Τὰ μὲν πλεονεκτηθέντα φθείρεται, ἡ δὲ πλεονεξία μένει, φθορὰ ἀφθαρσίας ὑπόθεσις γινομένη· ἡ μὲν ἀπόλαυσις παρέρχεται, ἄφθαρτος δὲ ἡ ἁμαρτία μένει. ∆εινὸν κακὸν μὴ ἐν τῷ παρόντι βίῳ ἅπαντα ἀποδύσασθαι· μεγάλη συμφορὰ φορτία ἁμαρτημάτων ἔχοντας ἀπελθεῖν ἐκεῖ. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Κριτήριόν ἐστιν ἐκεῖ, μετανοίας λοιπὸν οὐκέτι καιρός. Πόσα ἀπωδύρατο ὁ πλούσιος τότε! ἀλλ' ὅμως οὐδὲν ἤνυσε. Πόσα εἶπον οἱ μὴ θρέψαντες τὸν Χριστόν! ἀλλ' ὅμως ἀπήχθησαν εἰς τὸ πῦρ τὸ αἰώνιον. Πόσα οἱ τὴν ἀνομίαν ἐργασάμενοι τότε εἶπον, Κύριε, οὐκ ἐν τῷ ὀνόματί σου προεφητεύσαμεν, καὶ ἐν τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν! ἀλλ' ὅμως οὐκ ἐγνωρίσθησαν. Πάντα τότε μὲν γίνεται ταῦτα· οὐδεμία δὲ ὄνησις, ἐὰν μὴ νῦν γένηται. Φοβηθῶμεν οὖν, μή ποτε εἴπωμεν τότε· Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ οὐκ ἐθρέψαμεν; Νῦν αὐτὸν θρέψωμεν, μὴ μίαν ἡμέραν, μηδὲ δευτέραν, μηδὲ τρίτην· Ἐλεημοσύναι γὰρ, φησὶ, καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε. Οὐκ εἶπεν, Ἅπαξ ποίησον, οὐδὲ δεύτερον· ἐπεὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἀλλ' οὐ διαρκές. Ὥστε πολλοῦ ἡμῖν δεῖ τοῦ ἐλαίου, καὶ ὡς ἐλαίαν ἡμᾶς εἶναι κατάκαρπον δεῖ ἐν τῷ