126
εὐλόγησεν τὸν Ἀβραάμ». 5.3.20 εἰκότως οὖν καὶ μεθ' ὅρκου παραλήψεως μόνῳ τῷ δηλουμένῳ «ὤμοσεν κύριος ὁ θεὸς καὶ οὐ μεταμεληθήσεται, σὺ εἶ», λέγων, «ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». 5.3.21 ἐπάκουσον δὲ οἷα καὶ περὶ τῶνδε ὁ ἀπόστολός φησιν· «ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς βασιλείας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ προκαταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος». 5.3.22 καὶ ἐπιφέρει λέγων· «καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχω ρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος». 5.3.23 καὶ ἐπιλέγει· «κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος». ταῦτα μὲν ὁ ἀπόστολος. 5.3.24 Ὁ δὲ ψαλμὸς ὑποβὰς καὶ τὸ πάθος ἐπικεκαλυμμένως τοῦ προφητευομένου δηλοῖ λέγων· «ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν». 5.3.25 χείμαρρον δὲ τὸν καιρὸν τῶν πειρασμῶν καὶ ἄλλος δηλοῖ ψαλμὸς λέγων· «χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον». ἐν τῷ χειμάρρῳ τοίνυν πίεται, φησίν, τὸ ποτήριον, δηλονότι ὃ ᾐνίττετο πρὸς τῷ καιρῷ τοῦ πάθους, λέγων· «πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ», 5.3.26 καὶ πάλιν· «εἰ μὴ δυνατόν ἐστιν αὐτὸ παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου». τοῦτο δὴ οὖν ἐκπιὼν τὸ ποτήριον ὕψωσεν κεφαλήν, καὶ κατὰ τὸν ἀπόστολον, ἐπεὶ γὰρ γέγονεν «ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο», φησίν, «ὑπερύψωσεν αὐτὸν ὁ θεός», «ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν, καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν», φησίν, «ὑπὸ τοὺς πόδας αὐτοῦ», κατὰ τὴν πρὸς αὐτὸν ἐπαγγελίαν, ἣν διὰ τοῦ ψαλμοῦ παρίστησι λέγων· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», καὶ «κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου». πρόδηλον παντὶ ὡς ἔτι νῦν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις καὶ ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος ἐν μέσοις τοῖς ἐχθροῖς καὶ πολεμίοις αὐτοῦ τῶν πεπιστευκότων εἰς αὐτὸν ἁπάντων κατακυριεύει. 5.4.1 Τοῦ Ἡσαΐου. «Ἐγὼ κύριος ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. ἐγὼ ἤγειρα τὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπεν κύριος Σαβαώθ.» 5.4.2 Τέως μὲν ταῦτα ὁ τῶν ὅλων ποιητὴς θεὸς περί τινος βασιλέως καὶ σωτῆρος μέλλοντος οἰκοδομεῖν τὸ τῆς εὐσεβείας πολίτευμα λυτρώσασθαί τε τὴν ἐπισυμβᾶσαν ἀνθρώποις ὑπὸ τῆς δαιμονικῆς πλάνης αἰχμαλωσίαν διὰ τοῦ προφήτου θεσπίζει. ἑξῆς δὲ τούτοις τὸ προφητικὸν πνεῦμα τὴν ὑποταγὴν τῶν ἀλλοφύλων ἐθνῶν αἰνίττεται, ἣν ὑποταγήσονται τῷ προφητευομένῳ, καὶ ὡς προσκυνήσουσιν αὐτῷ οἷα θεῷ οἱ ὑποταγησόμενοι, καὶ ὡς προσεύξονται ἐν αὐτῷ, διὰ τὸ μείζονα κατοικεῖν ἐν αὐτῷ θεόν, τὸν ἀνωτάτω δηλαδὴ πατέρα καὶ θεὸν τῶν ὅλων. 5.4.3 τὰ δὲ τῆς λέξεως οὕτως ἔχει· «Οὕτως λέγει κύριος, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσιν νέοι, καὶ ἐν σοὶ