126
εὐσυκοφάντητος γὰρ πρὸς ἑκάτερον παρὰ τοῖς φιλ αιτίοις ἡ αἵρεσις, εἴτε καθάπερ τινὰ φάραγγα διαπηδή σαντες τὴν κενοφωνίαν ἐπὶ τὰ πρανῆ καὶ ἐπίδρομα τὸν λόγον εὐθύνωμεν, τοῖς δοκοῦσί τινα κατὰ τῆς ἀληθείας ἰσχὺν ἔχειν συσταθέντες διὰ τῆς ἀντιρρήσεως, εἴτε καὶ πάσῃ συμπαρατείνωμεν τῇ φλυαρίᾳ τὴν πρὸς τὰ μάταια μάχην· οὕτω μὲν γὰρ ἐπαχθὴς ἔσται τοῖς ἀφιλοπόνοις ἡ σπουδὴ καὶ ἀνόνητος ἐν πολλαῖς ἐπῶν χιλιάσιν ἐπ' οὐδενὶ 2.1.341 χρησίμῳ μηκυνομένη. εἰ δὲ τῶν δοκούντων ἔχειν τινὰ κατὰ τῆς ἀληθείας ἰσχὺν μόνων ἀντιλαβοίμεθα, κατηγορίας ἀφορ μὴν τοῖς ὑπεναντίοις παρέξομεν ὡς παρεικότες τινὰ τῶν οὐ δεχομένων ἀντίρρησιν. ἐπειδὴ τοίνυν δύο προκειμένων ἡμῖν, τοῦ τε διὰ πάντων τὸν λόγον ἐλθεῖν καὶ τοῦ τοῖς ἀναγκαιοτέροις μόνοις ἐπιδραμεῖν, τὸ μὲν ἐπαχθὲς τοῖς ἀκούουσι, τὸ δὲ τοῖς διαβάλλουσιν ὕποπτον, καλῶς ἔχειν φημὶ μέσην τινὰ τραπόμενον ἐκφυγεῖν ἑκατέρωθεν ὡς οἷόν τε 2.1.342 τὸ ὑπαίτιον. τίς οὖν ἡ μέθοδος; πάντων τῶν κατὰ τὸ 2.1.342 μάταιον πεπονημένων αὐτῷ συντεμόντες ὡς οἷόν τε τὸν πολὺν συρφετὸν δι' ὀλίγων ἐπιδραμούμεθα κεφαλαιωδῶς τὰ νοήματα, ὡς μήτε τοῖς ἀνοήτοις ἐμβαθύνειν εἰκῆ μήτε τι τῶν εἰρημένων περιϊδεῖν ἀνεξέταστον. 2.1.343 Ἅπας τοίνυν ὁ λόγος αὐτῷ πρὸς ταύτην ἄσχολός ἐστι τὴν σπουδήν, δεῖξαι φιλονεικῶν ἀνθρωπικῶς τὸ θεῖον δια λεγόμενον καὶ τὰς σημαντικὰς τῶν πραγμάτων φωνὰς αὐτὸν τοῖς οὖσι τὸν τῶν πραγμάτων δημιουργὸν ἐφαρμόζοντα. καὶ διὰ τοῦτο μαχόμενος πρὸς τὸν εἰπόντα τῆς λογικῆς εἶναι φύσεως, ἣν θεόθεν εἰλήφαμεν, τὰ τοιαῦτα τῶν ὀνομάτων, καὶ τῆς ἀληθείας διαμαρτάνειν φησὶ καὶ τῆς ἰδίας αὐτὸν μὴ κρατεῖν ὑποθέσεως καὶ ταύτην ἐπαγαγὼν τὴν μέμψιν 2.1.344 αὐτῷ τοιούτοις κέχρηται λογισμοῖς πρὸς ἀπόδειξιν. 20εἶπε20, φησίν, 20ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτο τέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέ τασιν ἐπίνοιαν λέγεσθαι20. καὶ τῇ τοιαύτῃ κατασκευῇ διελέγχει τὸν λόγον, ὡς οἴεται, ὅτι 20ἐν οἷς οὐκ ἔστι πρῶτον καὶ δεύτερον νόημα οὔτε λεπτότερον ἕτερον ἑτέρου καὶ ἀκριβέστερον, οὐκ ἂν ἔχοι20, 2.1.345 φησί, 20χώραν τὸ κατ' ἐπίνοιαν20. τέως μὲν οὖν καὶ τοῦτο δολερῶς ὑφαρπάσας παρὰ τῶν ἐχόντων ἀκοὴν φωρα θήσεται. οὐ γὰρ πάσης ἐπινοίας τοῦτον πεποίηται τὸν ὁρισμὸν ὁ διδάσκαλος ἡμῶν, ἀλλ' οἷον ἰδικήν τινα τῶν κατ' ἐπίνοιαν θεωρουμένων ὑποδιαίρεσιν ποιησάμενος, ὡς ἂν μὴ πολὺν ὄχλον ἐπεισαγάγοι τῷ λόγῳ, τὸ μέρος τοῦτο διασαφήσας ἀφῆκε τοὺς νοῦν ἔχοντας ἐκ τοῦ μέρους τὸ 2.1.346 ὅλον ἐπιλογίζεσθαι. καὶ ὥσπερ κατὰ πλειόνων καὶ δια φερόντων τῷ εἴδει κατηγορεῖσθαί τις τὸ ζῷον εἰπὼν οὐκ ἂν ὡς διαμαρτὼν τῆς ἀληθείας διελεγχθείη ἰδίως τὸν ἄν θρωπον εἰς ὑπογραφὴν ἀγαγὼν οὐδ' ἄν τις αὐτὸν ὡς ἀπο σφαλέντα τοῦ ὄντος εὐθύνοιεν, εἰ μὴ κατὰ πτηνοῦ τε καὶ τετράποδος καὶ ἐνύδρου τὸν αὐτὸν ἀποδιδοίη λόγον, ὃν ἐπὶ τοῦ κατὰ τὸν ἄνθρωπον ἀπεφήνατο, οὕτω πολυσχιδῶς καὶ ποικίλως τοῦ κατ' ἐπίνοιαν θεωρουμένου λόγου οὐκ ἂν ἔλεγχος εἴη τὸ μὴ εἶναι κυρίως ἐκείνην ἐπίνοιαν τῷ καὶ ἕτερον εἶναι εἰπεῖν, ὥστε κἂν ἄλλο τι ἐπινοίας εἶδος θεω 2.1.347 ρηθῇ, τὸ προαποδοθὲν οὐχ ἡμάρτηται. 20εἰ μὲν οὖν τις20, φησί, 20τῶν ἀποστόλων ἢ τῶν προφητῶν τούτοις χρησάμενος ἐπὶ τοῦ Χριστοῦ τοῖς ὀνόμασιν ἀπεδείκνυτο, εἶχεν ἂν παραμυθίαν τὸ ψεῦδος20. ὅσην μαρτυρεῖ τῷ λογογράφῳ τὰ εἰρημένα τὴν ἐν ταῖς γραφαῖς τοῦ θεοῦ φιλοπονίαν. οὐδεὶς εἶπε τῶν προφητῶν ἢ τῶν ἀποστόλων ἄρτον ἢ λίθον ἢ πηγὴν ἢ ἀξίνην ἢ φῶς 2.1.348 ἢ ποιμένα τὸν κύριον; τί οὖν ὁ ∆αβίδ; περὶ τίνος φησὶν ὅτι Κύριος ποιμαίνει με, καὶ Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσ-σχες; ἆρά τι διαφέρει ποιμένα εἰπεῖν ἢ ποιμαίνοντα καὶ Παρὰ σοὶ πηγὴ ζωῆς; ἆρα δέχεται τὸ πηγὴν εἰρῆσθαι τὸν κύριον καὶ Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες; ὁ δὲ Ἰωάννης τὴν ἀναιρετικὴν τῆς κακίας· δύναμιν τοῦ κυρίου τῷ τῆς ἀξίνης διασημαίνων ὀνόματι ἐν οἷς φησιν Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κείται, οὐκ ἀξιόπιστος 2.1.349 τούτῳ μάρτυς τῶν εἰρημένων δοκεῖ; ὁ δὲ