126
οἴκῳ τοῦ Θεοῦ. Ἐννοήσωμεν οὖν ὅσα ἡμῶν ἕκαστος ἔχει φορτία ἁμαρτημάτων, καὶ ἀντιῤῥόπους ποιήσωμεν τὰς φιλανθρωπίας, μᾶλλον δὲ καὶ πολλῷ πλείους, ἵνα μὴ μόνον σβεσθῶσιν αἱ ἁμαρτίαι, ἀλλ' ἵνα καὶ εἰς δικαιοσύνην ἡμῖν λογισθῶσιν αἱ δικαιοσύναι. Ἂν γὰρ μὴ τοσαῦτα ᾖ τὰ ἀγαθὰ, ὡς καὶ τὰ ἐγκλήματα ἀποδύσασθαι, καὶ ἐκ τῶν ὑποληφθέντων εἰς δικαιοσύνην ἡμῖν λογισθῆναι, οὐδεὶς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως· ἧς γένοιτο πάντας ἡμᾶς ἀπαλλαγῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, καὶ τὰ ἑξῆς.