127
Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περι λαμφθεὶς τῷ φωτὶ καὶ μετὰ ταῦτα τὰς παρὰ τοῦ φωτὸς ἀκούων φωνὰς ὅτι Ἐγὼ Ἰησοῦς ὃν σὺ διώκεις, οὐχ ἱκανὸς ἄρα πρὸς μαρτυρίαν ἐστί; περὶ δὲ τοῦ ἄρτου ἀναγνώτω τὸ εὐαγγέλιον, ὅτι ἡ παρὰ τοῦ Μωϋσέως τροφὴ ἡ οὐρανόθεν τῷ Ἰσραὴλ χορηγουμένη εἰς τὸν τοῦ κυρίου τύπον ὑπ' 2.1.350 αὐτοῦ τοῦ κυρίου μετείληπται. Οὐ γὰρ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον, ἀλλ' ὁ πατήρ μου δίδωσι τὸν ἄρτον τὸν ἀληθινόν, ἑαυτὸν λέγων τὸν ἐκ τοῦ οὐρανοῦ καταβάντα καὶ ζωὴν διδόντα τῷ κόσμῳ. ἀλλ' ὁ γνήσιος ἀκροατὴς τοῦ νόμου μηδένα φησὶ τῶν προφητῶν ἢ τῶν ἀποστόλων ταῦτα ἐπιτεθεικέναι τῷ Χριστῷ τὰ ὀνόματα. τί οὖν τὸ ἐφεξῆς, εἰ αὐτὸς ἑαυτὸν τούτοις ὠνόμασεν ὁ κύριος; ἐπειδή γε τῶν τοῦ σωτῆρος ὀνομάτων οὐκ ἔστι τὸ μὲν πρῶτον τὸ δὲ δεύ τερον οὐδὲ λεπτότερον ἕτερον ἑτέρου καὶ ἀκριβέστερον, ὁμοῦ τὰ πάντα καὶ μετὰ τῆς ἴσης ἀκριβείας γινώσκοντος, οὐδὲ τούτων οὐδενὶ δυνατὸν συναρμόσαι τὸν περὶ τῆς ἐπι νοίας αὐτῷ ῥηθέντα λόγον. 2.1.351 Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον· ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα, οὐχ ὡς ἐμφαιδρυνόμενοι τῇ ἀσχημοσύνῃ τοῦ λογογράφου (τί γὰρ φέρει κέρδος ἡμῖν ἐλεγχομένη τῶν ἐναντίων ἡ ἄνοια;) ἀλλ' ὡς ἂν ὁδῷ προΐοι συνιστῶσα διὰ πάντων ἑαυτὴν ἡ ἀλή θεια. 20ἐπειδή20, φησίν, 20ἑαυτῷ ταύτας ἐπέθηκε τὰς προσηγορίας ὁ κύριος οὔτε τι πρῶτον νοῶν οὔτε δεύτερον οὔτε λεπτότερόν τι ἢ ἀκριβέ στερον, οὐκ ἔστιν ἐξ ἐπινοίας εἶναι ταῦτα 2.1.352 εἰπεῖν τὰ ὀνόματα20. πῶς μέμνηται τοῦ ἰδίου σκο ποῦ; πῶς οἶδε τοὺς λόγους καθ' ὧν τὸν πόλεμον ἐνε στήσατο; ἐμνήσθη τινὸς τῶν ὑποτρεχόντων τῇ συνηθείᾳ πρὸς τὴν ἑρμηνείαν τῆς ἐπινοίας ὁ καθηγητὴς ὁ ἡμέ τερος καὶ ἐν τοῖς κατωτέροις τῶν ὑποδειγμάτων τὸν νοῦν διασαφήσας οὕτως προσβιβάζει τοῖς ἄνω τὴν θεω ρίαν τοῦ λόγου. εἶπεν γὰρ ὅτι καθ' ἑαυτὸν ὁ σῖτος ἕν τι πρᾶγμα κατὰ τὴν ὑπόστασιν φαίνεται, πρὸς δὲ τὰς ἐπιθεωρουμένας αὐτῷ ποικίλας ἰδιότητας ἐξαλλάσσει τὰς κλήσεις καὶ σπόρος γινόμενος καὶ καρπὸς καὶ τροφὴ καὶ 2.1.353 ὅσα γίνεται, τοσαῦτα ὀνομαζόμενος. παραπλησίως δέ, φησί, καὶ ὁ κύριος ἐστὶ μὲν καθ' ἑαυτὸν ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστί, ταῖς δὲ τῶν ἐνεργειῶν διαφοραῖς συνονομαζόμενος οὐ μίαν ἐπὶ πάντων ἴσχει προσηγορίαν, ἀλλὰ καθ' ἑκάστην ἔννοιαν τὴν ἐξ ἐνεργείας ἐγγινομένην ἡμῖν μεταλαμβάνει τὸ ὄνομα. τί οὖν ὁ λόγος ἡμῶν διὰ τῶν εἰρημένων ἐλέγχεται ὁ εἰπὼν δυνατὸν εἶναι πολλὰς ἐφαρμόζεσθαι προσηγορίας κατὰ τὰς τῶν ἐνεργειῶν διαφορὰς καὶ τὴν πρὸς τὰ ἐνεργού μενα σχέσιν ἑνὶ κατὰ τὸ ὑποκείμενον ὄντι τῷ υἱῷ τοῦ θεοῦ, ὡς καὶ ὁ σῖτος εἷς ὢν ἐκ τῶν ποικίλων περὶ αὐτοῦ νοημά 2.1.354 των διαφόροις ἐπωνυμίαις ἐπιμερίζεται; πῶς οὖν ἀνατρέπει τὰ εἰρημένα ὁ λέγων περὶ ἑαυτοῦ ταῦτα τὸν Χριστὸν τὰ ὀνόματα λέγειν; οὐ γὰρ ὅστις ὁ κατονομάσας τὸ ζητούμενον ἦν, ἀλλὰ περὶ τῆς τῶν ὀνομάτων ἐννοίας ἡ θεωρία προ έκειτο πότερον φύσιν ἐνδείκνυται ἢ ἐπινοητικῶς ἐκ τῶν ἐν εργειῶν ὀνομάζεται. ἀλλ' ὁ δριμὺς οὗτος καὶ ἀμφιλαφὴς τὴν διάνοιαν ἀνατρέπων τὸν ἀποδοθέντα περὶ τῆς ἐπινοίας λόγον τὸν εἰπόντα δυνατὸν εἶναι ἑνὶ τῷ ὑποκειμένῳ πολλὰς ἐξευρίσκειν προσηγορίας κατὰ τῶν ἐνεργειῶν τὰς σημασίας ἰσχυρῶς κέχρηται καθ' ἡμῶν τῇ μάχῃ λέγων 20μὴ παρ' ἑτέρου τινὸς τεθεῖσθαι τῷ κυρίῳ τὰς τοι 2.1.355 αύτας φωνάς20. τί οὖν ταῦτα πρὸς τὴν νῦν προκειμένην σπουδήν; μὴ ἐπειδὴ παρὰ τοῦ κυρίου τὰ ὀνόματα λέγεται, οὐδὲ ὀνόματα δώσει ταῦτα εἶναι οὐδὲ προσηγορίας οὐδὲ φωνὰς νοημάτων σημαντικάς; εἰ μὲν γὰρ οὐ δέχεται τὸ εἶναι ταῦτα ὀνόματα, τῇ τῶν προσηγοριῶν ἀναιρέσει καὶ ἡ ἐπίνοια συνανῄρηται· εἰ δὲ οὐκ ἀντιλέγει τὸ τὰς φωνὰς ταύτας ὀνόματα εἶναι, τί βλάπτει τὸν κατ' ἐπίνοιαν λόγον διὰ τοῦ δεῖξαι μὴ παρ' ἑτέρου τινός, ἀλλὰ παρ' αὐτοῦ 2.1.356 τοῦ κυρίου τὰς τοιαύτας τεθεῖσθαι κλήσεις; τὸ γὰρ λεγό μενον ἦν, ὅτι παραπλησίως τῷ κατὰ τὸν σῖτον ὑποδείγματι ἓν