128
τῆς ἀγενήτου καὶ ἀνάρχου τοῦ πατρὸς οὐσίας τὰς δυνάμεις κατὰ τὸ παράδειγμα τῆς ὁμοιώσεως περιβεβλημένον, ὑπό τε τοῦ πάντων τεχνικωτάτου καὶ πανεπιστήμονος ζωογράφου τε καὶ ζωοποιοῦ πατρὸς εἰς τὸ ἔτι ἀκριβὲς τῆς ὁμοιώσεως ἀπειργασμένον, θεὸν εἰκότως οἱ θεῖοι ἀναγορεύουσι λόγοι, ὡς καὶ ταύτης μετὰ τῶν ἄλλων παρὰ τοῦ πατρὸς ἠξιωμένον τῆς προσηγορίας εἰληφότα τε ἀλλ' οὐκ ἰδιόκτητον αὐτὴν ἐσχηκότα. 5.4.14 ὁ μὲν γὰρ δίδωσιν, ὁ δὲ λαμβάνει· ὥστε κυρίως καὶ ἕνα ἐκεῖνον εἶναι θεὸν καὶ μόνον μὲν καὶ φύσει ὄντα καὶ μὴ παρ' ἑτέρου λαβόντα, τὸν δὲ τῶν δευτερείων ἠξιῶσθαι καὶ τὸ θεὸν εἶναι λαβόντα παρὰ τοῦ πατρὸς ἔχειν, ὡς ἂν εἰκόνα τοῦ θεοῦ, μιᾶς ἐπ' ἀμφοῖν κατὰ τὸ παράδειγμα τῆς θεότητος ἐπινοουμένης ἑνός τε ὄντος θεοῦ τοῦ καθ' ἑαυτὸν ἀνάρχως καὶ ἀγενήτως ὄντος διὰ δὲ τοῦ υἱοῦ ὡς ἂν δι' ἐσόπτρου καὶ εἰκόνος ἐπιθεωρουμένου. 5.4.15 τοῦτό τοι καὶ τὸ πνευματικὸν παιδεύει λόγιον, οὐκ ἄλλως φάσκον θεὸν εἶναι προσκυνητὸν τὸν δηλούμενον ἀλλ' ἢ διὰ τὸν ἐνοικοῦντα αὐτῷ πατέρα· «ἐν σοὶ» γάρ, φησίν, «προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστιν», καὶ σὺ δὲ αὐτὸς θεὸς ὢν σωτὴρ τοῦ Ἰσραὴλ τυγχάνεις, καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ κρυφαῖος θεὸς εἶ, ἐπεὶ «ἐν σοὶ ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ». 5.4.16 Ἀντὶ δὲ τοῦ «ἐκοπίασεν Αἴγυπτος» τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ «κόπος Αἰγύπτου» ἐκδεδώκασιν, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· «σοὶ προσκυνήσουσιν», καί σοι ἔσονται δοῦλοι ὁ «κόπος Αἰγύπτου, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωείμ», δι' ὧν βάρβαρα οἶμαι καὶ ἄσημά τινα ἔθνη δηλοῦσθαι καὶ πάνθ' ὅσα ἤδη πάλαι πρότερον τῇ δαιμονικῇ τετρύχωτο δεισιδαιμονίᾳ. 5.4.17 ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐδόκουν πάντων τῶν ἐθνῶν δεισιδαιμονέστατοι τυγχάνειν πρῶτοί τε κατάρξαι τῆς εἰδωλολάτρου πλάνης, εἰκότως πρώτους αὐτοὺς τίθησιν ὑποταγησομένους τῷ Χριστῷ, καὶ δι' αὐτῶν καὶ τὰ περὶ τῶν λοιπῶν εἰδωλολατρῶν φανερὰ καθίστησι. 5.4.18 καὶ ταῦτα πεπλήρωται ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τῷ ἐν πᾶσιν ἔθνεσιν προσκυνεῖσθαι καὶ δουλεύειν αὐτῷ μυρία πλήθη τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν. 5.4.19 Αἰθίοπας δὲ καὶ Σεβωεὶμ τοὺς ἐνταῦθα προσκυνήσειν τῷ Χριστῷ προφητευομένους καὶ διὰ τοῦ οαʹ ψαλμοῦ ἡγοῦμαι δηλοῦσθαι, δι' ὧν εἴρηται· «ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσιν, καὶ προσκυνήσουσιν αὐτῷ», δῆλον ἐκ τῆς συμφράσεως ὅτι τῷ καὶ ἐν ἐκείνοις προφητευομένῳ Χριστῷ. 5.5.1 Ψαλμοῦ λβʹ. «Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ ἐν ρʹ δὲ καὶ ʹ ψαλμῷ εἴρηται· «ἀπέστειλεν τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν», καὶ πάλιν ἐν ρμζʹ· «ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ». 5.5.2 ἀλλὰ γὰρ τῷ μετὰ χεῖρας ψαλμῷ φάσκοντι «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» συνᾴδει τὸ ἱερὸν εὐαγγέλιον διαρρήδην λέγον· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». θεὸν εἰκότως τὸ εὐαγγέλιον ὀνομάζει, ἐπεὶ καὶ διὰ τῶν πρόσθεν αὐτὸς οὗτος ὁ νῦν θεολογούμενος λόγος καὶ σοφία καὶ γέννημα θεοῦ καὶ ἱερεὺς καὶ χριστὸς βασιλεὺς καὶ κύριος καὶ θεὸς καὶ εἰκὼν ἀνηγόρευτο τοῦ θεοῦ. 5.5.3 καὶ ὅτι γε ἕτερος ὢν τοῦ πατρὸς ὑπουργὸς ἦν αὐτοῦ, ὥστε ἐπικελευομένου τοῦ μείζονος αὐτὸν δημιουργεῖν, ἑξῆς κατὰ τὸν παρόντα ἐπιλέγει ψαλμόν· «φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ὑπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν». 5.5.4 πρόδηλον γὰρ ὡς ὁ λέγων ἑτέρῳ λέγει, καὶ ὁ ἐντελλόμενος ἑτέρῳ παρ' ἑαυτὸν ἐντέλλεται. σαφῶς δὲ ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσει μυρία πλήθη ἐκ πάσης τῆς γῆς, τοῦτ' ἔστιν ἐξ ἁπάντων τῶν ἐπὶ τῆς γῆς ἐθνῶν, οὐκέτι ὡς τὸ πρὶν τοὺς δαίμονας ἀλλ' αὐτὸν ἐφοβήθη τὸν