128
κατὰ τὸ ὑποκείμενον ὁ κύριος ὢν πρόσφορα ταῖς ἐνερ γείαις ἔχει καὶ τὰ ὀνόματα. τοῦ δὲ σίτου κατὰ τὴν τῶν περὶ αὐτὸν θεωρουμένων ἐπίνοιαν τὰς ὀνομασίας ἔχειν ὁμο λογουμένου συγκατεσκευάζετο καὶ τὸ μὴ φύσεως εἶναι ταύτας ἐπὶ τοῦ κυρίου σημαντικὰς τὰς φωνάς, ἀλλὰ τῷ λόγῳ τῆς 2.1.357 ἐπινοίας ἐν τοῖς περὶ αὐτὸν νοουμένοις συνίστασθαι. ὁ δὲ ἀντιλέγων ὑπὸ πολλῆς προσοχῆς οὐ πρὸς τὰ τεθέντα ποι εῖται τὴν μάχην, ἀλλά φησιν αὐτὸν ὑφ' ἑαυτοῦ ταῦτα κατονομάζεσθαι, ὅμοιον ὥσπερ ἂν εἴ τις τοῦ κατὰ τὸν Ἰσαὰκ ὀνόματος τὴν ἑρμηνείαν ζητῶν, πότερον γέλως ὥς φασί τινες ἑρμηνεύεται ἢ ἄλλο τι σημαίνει τὸ ὄνομα, ὁ δέ τις τῶν κατὰ Εὐνόμιον ἐπιστατικῶς ἀποκρίνοιτο παρὰ τῆς μητρὸς τεθεῖσθαι τῷ παιδὶ τὴν κλῆσιν· ἀλλ' οὐ τοῦτο, φαίη τις ἄν, τὸ ζητούμενον ἦν, παρὰ τίνος ἡ ἐπωνυμία πεπό ρισται, ἀλλὰ τί σημαίνει μεταληφθεῖσα πρὸς τὴν ἡμετέραν 2.1.358 γλῶσσαν ἡ τοῦ ὀνόματος ἔννοια. καὶ ἐνταῦθα τοίνυν τῆς ζητήσεως οὔσης, εἰ τὰ ποικίλως ἐπιλεγόμενα τῷ κυρίῳ κατ' ἐπίνοιαν λέγεται καὶ οὐχὶ τῆς φύσεως τὴν ἔνδειξιν ἔχει, ὁ τοιαύτην ἐπαγαγὼν τὴν ἀπόδειξιν τοῦ μὴ ἐν ἐπινοίᾳ θεωρεῖσθαι τὰς προσηγορίας, τὸ παρ' αὐτοῦ τοῦ κυρίου λέγεσθαι ταύτας, πῶς μετὰ τῶν σωφρονούντων ἀριθμηθή σεται ὁ καὶ πολεμῶν τῇ ἀληθείᾳ καὶ τοιαύταις πρὸς τὸν πόλεμον συμμαχίαις χρώμενος, δι' ὧν ἰσχυρότερον ἀπο φαίνει τὸν πολεμούμενον; 2.1.359 Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ' ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσχετλιάσας καὶ προδιαβαλὼν τὸν λόγον καὶ σφοδρῶς τὸν ἀκροατὴν ἐπὶ τοῖς μέλλουσι ῥηθήσεσθαι παροξύνας, ἐν οἷς δυσσεβέστερά τινα παρ' ἡμῶν αἰτιᾶται κατασκευάζεσθαι, ὡς μὴ μόνον τὰς ἀποκληρωθείσας παρὰ τοῦ θεοῦ προσηγορίας ταῖς ἐπι νοίαις ἡμῶν προσαπτόντων, οὐκ εἰπὼν τίς ἡ τῶν προση γοριῶν ἀποκλήρωσις καὶ πότε καὶ πῶς γεγενημένη, <ἀλλὰ> καὶ ὡς πάντα φυρόντων τὰ πράγματα καὶ εἰς ταὐτὸν ἀγόντων τοῦ μονογενοῦς τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν, οὐδὲν περὶ αὐτοῦ τούτου διαλεχθεὶς οὐδὲ ἀποδείξας, πῶς ταὐτὸν εἶναι τῇ οὐσίᾳ κατασκευάζεται παρ' ἡμῶν ἡ ἐνέργεια, τέλος ἐπάγει καὶ αὐτὸν τὸν κολοφῶνα τῶν ἐγκλημάτων, οὑτωσὶ 2.1.360 λέγων τοῖς ῥήμασιν. 20ἤδη δέ20, φησί, 20μεταβαίνων ἀπὸ τούτων καὶ τὸν ἐπὶ πάντων θεὸν ταῖς ἐσχάταις περιβάλλει βλασφημίαις καὶ λόγοις ἀπερρω γόσι καὶ παραδείγμασι παντελῶς ἀποστατοῦσι χρώμενος20. ἐγὼ δὲ καὶ τοῦτο πρὸ τῶν ἐξητασμένων ἠξίουν μαθεῖν, τίνων 20ἀπερρώγασιν20 οἱ ἡμέτεροι 20λόγοι20 καὶ τίνος 20ἀποστατεῖ20 τὰ παρ' ἡμῶν 20παραδείγ ματα20, οὐ πάντως τοῦ μαθεῖν ταῦτα δεόμενος ἀλλ' ἢ δεῖξαι τὸ συρφετῶδες τῶν ῥημάτων τοῦ λογογράφου καὶ ἀκριτόμυθον, οἷς περικτυπῶν τὰ ἐν ἀνδράσι γραΐδια καὶ τῷ στόμφῳ τῶν λεξειδίων ἐν ταῖς ἀκοαῖς τῶν ταῦτα θαυμα ζόντων καλλωπιζόμενος στήλην καθ' ἑαυτοῦ τὸν λόγον 2.1.361 τοῦτον τοῖς πεπαιδευμένοις προτιθεὶς οὐ συνίησιν. ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τού των ἦν κατ' αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τοῦ λόγου προφορὰν πλημμε λεῖν ἐνομίζετο, ὡς ἀντ' οὐδενὸς ἂν ἦν αὐτῷ πρὸς ἔπαινον 2.1.362 ἢ διαβολὴν τὸ οὕτως ἢ ὡς ἑτέρως τὴν λέξιν ἔχειν. ἡ δ' οὖν ἀκολουθία τῶν παρ' αὐτοῦ καθ' ἡμῶν εἰρημένων καὶ τοῦτο προστίθησιν. 20ἐπὶ τοῦ σίτου20, φησί, 20καὶ τοῦ κυρίου διαφόρως γυμνάσας τὰς ἐπινοίας παραπλησίως καὶ τὴν ἁγιωτάτην οὐσίαν τοῦ θεοῦ διαφόρως δέχεσθαι τὰς ἐπινοίας φησί20. τοῦτό ἐστι τὸ χαλε πώτατον τῶν ἐγκλημάτων καὶ ἐπὶ τούτῳ τὰ βαρέα καθ' ἡμῶν ἐκεῖνα προετραγῴδησε, δυσσέβειαν καὶ ἀτοπίαν καὶ πάντα τὰ τοιαῦτα τοῖς εἰρημένοις ἐπικαλῶν. τίς οὖν ἡ 2.1.363 τῆς ἀσεβείας ἀπόδειξις; εἶπεν ὁ Εὐνόμιός τινα περὶ τοῦ σίτου, τὰ κοινὰ ταῦτα καὶ πᾶσιν ἐκ τοῦ προχείρου γνώριμα διευκρινούμενος, ὅπως τε γίνεται καὶ ὅπως τελειωθεὶς διὰ τοῦ καρποῦ τρέφει, φυσικαῖς τισι δυνάμεσι φυόμενός τε καὶ αὔξων καὶ διοικούμενος· καὶ ταῦτα εἰπὼν 20καὶ τὸν μονο γενῆ θεὸν οὐδὲν ἀπεικὸς εἶναί20 φησι 20διαφόρους δέχεσθαι τὰς