1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

129

κύριον Ἰησοῦν, 5.5.5 πάντες τε οἱ κατοικοῦντες τὴν οἰκουμένην ἐσαλεύθησαν ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, ἀκολούθως τῷ νῦν φάσκοντι λογίῳ· «φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην». 5.5.6 Ταῦτα μὲν οὖν ἐκ τοῦ βʹ καὶ λʹ ψαλμοῦ. σύμφωνα δὲ τούτοις εὕροις ἂν καὶ ἐν ρμηʹ ψαλμῷ, ὃς διδάσκει οὐ τὰ περὶ γῆν μόνα, ἀλλὰ καὶ τὰ κατ' οὐρανὸν καὶ συλλήβδην ἅπασαν τὴν κτίσιν κατ' ἐπικέλευσιν τοῦ τῶν ὅλων θεοῦ γεγονέναι. λέγει δ' οὖν· «αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν». 5.5.7 Εἰ γὰρ αὐτὸς ἐνετείλατο, καὶ τίς ἦν ὁ τοσοῦτος, ὡς τὴν περὶ τῶν τηλικούτων ἐντολὴν ὑποδέξασθαι, ἢ ὁ τοῦ θεοῦ λόγος ὁ ποικίλως διὰ τῆς παρούσης ἡμῖν ὑποθέσεως θεολογούμενος καὶ λόγος θεοῦ προσαγορευόμενος εἰκότως, ὅτι δὴ τοὺς τῶν ἁπάντων δημιουργικούς τε καὶ ποιητικοὺς λόγους ὁ παντοκράτωρ ἐν αὐτῷ καταβέβληται, λόγῳ καὶ τάξει τὰ σύμπαντα διέπειν αὐτῷ καὶ διακυβερνᾶν παραδούς; 5.5.8 μὴ γὰρ οὖν τις ὑπολάβοι τῷ παρὰ ἀνθρώποις ἐκ συλλαβῶν συνεστῶτι, ἔκ τε ὀνομάτων καὶ ῥημάτων συγκειμένῳ, ἐνάρθρῳ καὶ προφορικῷ λόγῳ τὸν τοῦ θεοῦ παρόμοιον τυγχάνειν· ὅτι δὴ ὁ παρ' ἡμῖν λόγος ἐν φωναῖς καὶ συλλαβαῖς καὶ τοῖς διὰ τούτων σημαινομένοις κέκτηται τὴν οὐσίαν, διὰ γλώττης καὶ ἀρτηριῶν φάρυγός τε καὶ στόματος προφερόμενος, ὁ δὲ τῆς ἀϊδίου καὶ ἀσωμάτου φύσεως πάντη κατὰ πάντα τοῦ καθ' ἡμᾶς παρηλλαγμένος οὐδὲν ἀνθρώπειον ἐπάγοιτ' ἄν, μόνῃ κεχρημένος τῇ τῆς προσρήσεως ὁμωνυμίᾳ, 5.5.9 ἐπεὶ μήτε φωνὴν τὴν δι' ἀέρος κρούσεως ὑφισταμένην, μήτε ῥήματα, μήτε συλλαβάς, μήτε γλῶτταν, μήτε στόμα, μήτε ὅλως τι τῶν ἀνθρωπείων καὶ θνητῶν ἐπὶ τοῦ τῶν ὅλων θεοῦ παραληπτέον· ψυχῆς γὰρ ἂν εἴη λόγος οὗτος, οὐδαμῶς οἷός τε καθ' ἑαυτὸν δίχα ψυχῆς εἶναι ἢ ὑποστῆναι. τοιόσδε γὰρ ὁ ἐν ἀνθρώποις λόγος, ἰδίως μὲν ἀνούσιος ὢν καὶ ἀνυπόστατος, ὅλον δὲ αὐτὸ κίνησίς τε καὶ ἐνέργεια διανοίας τυγχάνων. 5.5.10 ἀλλ' οὐ καὶ ὁ τοῦ θεοῦ τοιοῦτος, ἔχων δὲ καθ' ἑαυτὸν οἰκείαν ὑπόστασιν πάντη θείαν καὶ νοεράν, ἰδίως μὲν ὑφεστῶσαν, ἰδίως δ' αὖ πάλιν ἐνεργοῦσαν, ἄυλόν τε οὖσαν καὶ ἀσώματον καὶ κατὰ πάντα τῇ τοῦ πρώτου καὶ ἀγενήτου καὶ μόνου θεοῦ φύσει παρωμοιωμένην, τοὺς τῶν γενητῶν ἁπάντων λόγους καὶ τὰς τῶν ὁρωμένων ἀσωμάτους τε καὶ ἀοράτους ἰδέας ἐν ἑαυτῇ φέρουσαν. διὸ καὶ σοφίαν αὐτὴν καὶ θεοῦ λόγον οἱ θεῖοι χρησμοὶ προσαγορεύουσιν. 5.6.1 Τοῦ Ἡσαΐου. «Ἄκουέ μου, Ἰακώβ, καὶ Ἰσραήλ, ὃν ἐγὼ καλῶἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; κύριος ἀγαπῶν σε ἐποίησεν τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων· ἐγὼ ἐλάλησα καὶ ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ.» 5.6.2 Ὅρα δὴ καὶ νῦν, τίνα τρόπον ὁ φήσας «ἐγώ εἰμι ὁ πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα», ὁ τὴν γῆν καὶ τὸν οὐρανὸν συστησάμενος ἐναργῶς οὕτως ἀπεστάλθαι ὁμολογεῖ ὑπὸ κυρίου κυρίου, οὕτω τὸν πατέρα συνήθως δὶς κύριον ἀναγορεύων, ὡς ἂν ἔχοις καὶ ταύτην ἀναμφίλεκτον τοῦ ζητουμένου τὴν μαρτυρίαν. 5.6.3 πρῶτον δ' ἑαυτὸν ὡς ἐν γενητοῖς εὐσεβῶς εἶναι λέγει, τὴν ἄναρχον καὶ ἀγένητον καὶ τὴν ὑπὲρ τὸ πρῶτον οὐσίαν ἀπονέμων τῷ πατρί. τὸ γάρ τοι πρῶτον ἀριθμοῦ πλείονος ἡγεῖται, τιμῇ καὶ τάξει προτεταγμένον, ὅπερ οὐκ ἂν ἐπὶ τοῦ πατρὸς ἁρμόσειεν· 5.6.4 οὐ γὰρ δὴ γενητῶν πρῶτος ὁ ἐπὶ πάντων θεός, ἐπεὶ μηδ' ἀρχή τις ἐπινοεῖται αὐτοῦ· ἐπέκεινα δ'