129
ἐπινοίας διά τε τὰς ἑτερότητας τῶν ἐνεργειῶν καὶ ἀναλογίας τινὰς καὶ σχέ σεις20. ταῦτα γὰρ κατακόρως ἐπ' αὐτοῦ διαθρυλεῖ τὰ ὀνό ματα. 20ἀλλὰ πῶς20, φησίν, 20οὐκ ἄτοπον, ἀθέμιτον δὲ μᾶλλον, τούτοις παραβάλλειν τὸν ἀγέννητον; 2.1.364 τίσι τούτοις; τῷ σίτῳ, φησί, καὶ τῷ μονογενεῖ θεῷ. ὁρᾷς τὴν εὐλάβειαν; ἴσον ἀπέχειν τῆς ἀξίας τοῦ ἀγεννήτου θεοῦ κατασκευάζει τὸν βραχὺν σῖτον καὶ τὸν μονογενῆ θεόν. καὶ ὅτι οὐ συκοφαντοῦμεν τὸν λόγον, παρ' αὐτῶν ἔστι τῶν γεγραμμένων μαθεῖν αὐτοῦ τὴν διάνοιαν. 20πῶς γάρ20, φησίν, 20οὐκ ἄτοπον, ἀθέμιτον δὲ μᾶλλον, τούτοις πα ραβάλλειν τὸν ἀγέννητον20; καὶ ταῦτα εἰπὼν ἐπάγει κατὰ τὸ ὁμότιμον τὸν περὶ τοῦ σίτου καὶ τοῦ κυρίου λόγον, ἴσον εἰς ἀτοπίαν κρίνων ἑνὶ τούτων παραβάλλειν τὸν θεόν. 2.1.365 παντὶ δὲ γνώριμον πάντως τὸ τοιοῦτόν ἐστιν, ὅτι τὰ ἴσῳ τῷ μέτρῳ τινὸς ἀφεστηκότα καὶ αὐτὰ πρὸς ἄλληλα τὸ ἴσον ἔχει· ὥστε κατὰ τὸν σοφὸν θεολόγον ὁ τῶν αἰώνων ποιητὴς καὶ πάσης περιδεδραγμένος τῶν ὄντων <τῆς> φύσεως ἰσο στάσιος ἀνεδείχθη τῷ βραχυτάτῳ σπέρματι, εἴπερ ἐπίσης ἀπολείπεται τῆς πρὸς τὸν θεὸν συγκρίσεως καὶ αὐτὸς καὶ ὁ σῖτος. 2.1.366 Ἀλλ' ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατα σκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι' ἀκολουθίας συνήρ τηται. εἰπὼν γὰρ ἄτοπον εἶναι τῷ σίτῳ καὶ τῷ Χριστῷ τὸν θεὸν παραβάλλειν περὶ τοῦ σίτου φησὶν ὅτι οὐκ ἔστιν ὁ θεὸς καθ' ὁμοιότητα τούτων πρὸς μεταβολὴν ἐπιτήδειος, περὶ δὲ τοῦ μονογενοῦς τὸ μὴ εἶναι αὐτὸν πρὸς μεταβολὴν ἐπιτήδειον σιωπήσας καὶ διὰ τούτου σαφῶς ἐνδειξάμενος τὸ ταπεινὸν τῆς ἀξίας, ἐν τῷ μὴ δεῖν αὐτὸν ὡς καὶ τὸν σῖτον τῷ θεῷ συγκρίνειν ἀφῆκε τὸν λόγον μετέωρον, οὐδενὶ ἄλλῳ λογισμῷ κατασκευάσας ἐν τῷ μέρει τούτῳ τὸ πρὸς τὸν πατέρα τοῦ υἱοῦ ἀπαράθετον, ὡς ἱκανῶν ὄντων τῶν περὶ τὸν κόκκον θεωρηθέντων καὶ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα 2.1.367 κατὰ τὸ ταπεινότερον παραλλαγὴν συνενδείξασθαι. ἀλλὰ 20περὶ τῆς ἀφθαρσίας τοῦ πατρὸς20 διαλέγεται ὡς 20οὐκ ἐξ ἐνεργείας προσούσης αὐτῷ20. ἐγὼ δὲ εἰ μὲν ἐνέργειά τίς ἐστιν ἡ ὄντως ζωὴ ἑαυτὴν ἐνεργοῦσα καὶ εἰ ταὐτόν ἐστι τῷ σημαινομένῳ τό τε ἀεὶ ζῆν καὶ τὸ μηδέ ποτε εἰς φθορὰν διαλύεσθαι οὔπω τῷ λόγῳ προστίθημι, 2.1.368 ἀλλὰ τοῖς ἰδίοις ταμιεύσομαι τόποις. ὅτι μέντοι μία <ἡ> τῆς ἀφθαρσίας ἐστὶ διάνοια ὡσαύτως ἐπί τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ νοουμένη καὶ κατ' οὐδὲν τὸ τοῦ πατρὸς ἄφθαρτον τῆς ἀφθαρσίας τοῦ υἱοῦ παραλλάσσει, οὔτε ὑφέσει τινὶ καὶ ἐπιτάσει οὔτε τινὶ ἄλλῳ διαφορᾶς τρόπῳ τῆς κατὰ τὴν ἀφθαρσίαν παραλλαγῆς εὑρισκομένης, τοῦτο καὶ νῦν φημι εὔκαιρον εἶναι καὶ ἀεὶ λέγειν, ὡς ἂν μηδεμίαν ἔχοι διὰ τούτου χώραν ὁ λόγος αὐτῷ τῇ κατὰ τὴν ἀφθαρσίαν ἐννοίᾳ τῷ πατρὶ προσμαρτυρῶν τὸ πρὸς τὸν υἱὸν ἀκοινώνητον. 2.1.369 ὡς γὰρ περὶ τὸν πατέρα ἡ ἀφθαρσία καταλαμβάνεται, οὕτως καὶ ἐπὶ τοῦ μονογενοῦς εἶναι οὐκ ἀμφιβάλλεται. τὸ γὰρ τῆς φθορᾶς ἀπαράδεκτον, ὅπερ ἀφθαρσία καὶ ἔστι καὶ λέγεται, ἴσον μᾶλλον δὲ τὸν αὐτὸν ἔχει λόγον ἐφ' οὗπερ ἂν λέγηται. τί οὖν μαθὼν μόνῳ προσμαρτυρεῖ τῷ ἀγεν νήτῳ θεῷ τὸ μὴ ἐξ ἐνεργείας εἶναι τὴν ἀφθαρσίαν αὐτῷ, ὡς διὰ τούτου τὴν κατὰ τοῦ μονογενοῦς παραλλαγὴν τοῦ 2.1.370 πατρὸς δεικνύων; εἰ μὲν γὰρ φθαρτὸν ὑποτίθεται τὸν 2.1.370 κτιστὸν ἑαυτοῦ θεόν, καλῶς τῇ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον διαφορᾷ τὴν κατὰ φύσιν παραλλαγὴν ἀποδείκνυσιν· εἰ δὲ ἀνεπίδεκτος φθορᾶς ὡσαύτως ἑκάτερος καὶ οὔτε τὸ μᾶλλον οὔτε τὸ ἧττον ἐν τῇ κατὰ φύσιν ἀφθαρσίᾳ κατα λαμβάνεται, πῶς δείκνυσι τοῦ πατρὸς πρὸς τὸν μονογενῆ υἱὸν τὸ ἀσύγκριτον; ἢ τί βούλεται τὸ μὴ ἐξ ἐνεργείας προσμαρτυρεῖσθαι τῷ πατρὶ τὸ ἄφθαρτον; 2.1.371 Ἀλλ' ἐκκαλύπτει τὸν σκοπὸν τῷ μετὰ ταῦτα λόγῳ. 20οὐκ ἐξ ἐνεργειῶν20, φησίν, 20ἄφθαρτός ἐστιν καὶ ἀγέννητος ὡς πατήρ τε καὶ δημιουργός20. τούτῳ μοι προσέχειν μάλιστα τὸν ἀκροατὴν ἀξιῶ. πῶς ταὐτὸν οἴεται τῶν δύο τούτων ὀνομάτων τὸ σημαινόμενον, τῆς δημιουργίας λέγω καὶ τῆς πατρότητος; ἐνέργειαν γὰρ εἶναι τούτων ἑκάτερον ἐπίσης ὁρίζεται σαφῶς οὕτω