1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

130

ἂν εἴη καὶ ἀνωτάτω τοῦ πρώτου, ἅτε δὴ αὐτὸς καὶ τὸ πρῶτον γεννήσας καὶ ὑποστησάμενος, μόνου τοῦ θείου λόγου πάντων τῶν γενητῶν πρώτου χρηματίζοντος. 5.6.5 ζητουμένου δὲ ἄρα κατὰ τὸ «αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν», τίνι τὴν τῶν γενητῶν ἐντέταλται δημιουργίαν, νῦν σαφῶς ἀποδέδεικται, ὅτι τῷ φήσαντι. «ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν», ὃς καὶ πρὸς τοῦ κρείττονος ἀπεστάλθαι ὁμολογεῖ λέγων· «νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ». 5.6.6 εἴη δ' ἂν ὁ θεὸς λόγος καὶ ταῦτα φάσκων, ἐπειδὴ «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» κατὰ τὴν ἀπὸ τοῦ ψαλμοῦ παράθεσιν. πλὴν ἀλλὰ εἰ καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος τῇ «κύριος» θεολογεῖται προσηγορίᾳ, ὅμως τὸν ἀνωτάτω καὶ κρείττονα πατέρα αὐτοῦ καὶ κύριον εὖ μάλα εὐσεβῶς δὶς κύριον αὐτὸν ἀνακαλεῖ, τῷ διαφόρῳ χρώμενος ἐπ' αὐτοῦ ὀνόματι· 5.6.7 «καὶ νῦν» γάρ φησιν «κύριος κύριος ἀπέσταλκέν με», ὡς ἂν κυρίως ὄντος τοῦ ἐπὶ πάντων θεοῦ πρώτου καὶ ἀληθῶς κυρίου, αὐτοῦ τε τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τῶν μετ' αὐτὸν γενητῶν ἁπάντων· καθ' ὧν δευτέρως τὴν κυρείαν καὶ δεσποτείαν παρὰ τοῦ πατρὸς ὁ τοῦ θεοῦ λόγος ἀναδεξάμενος, οἷα γνήσιος υἱὸς καὶ μονογενής, δεύτερος εἰκότως καὶ αὐτὸς ἂν εὐσεβῶς χρηματίζοι κύριος. 5.7.1 Ἀπὸ τῆς Γενέσεως. «Καὶ εἶπεν ὁ θεός, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», καὶ αὖθις· «καὶ εἶπεν ὁ θεός, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν». 5.7.2 καὶ ἵνα γε μή τις πρὸς ἀγγέλους ταῦτα εἰρῆσθαι νομίσειεν, παραχρῆμα δηλοῖ τὸν κεκελευσμένον οὐκ ἄγγελον ὄντα θεοῦ, λέγων· «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν». 5.8.1 Ἀπὸ τῆς αὐτῆς. «Ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ, καὶ ἔβρεξεν κύριος ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ κυρίου.» 5.8.2 Σαφῶς δεύτερον ἀναγορεύει, ὃν καὶ διδάσκει παρὰ τοῦ μείζονος ἐπιτραπέντα τὴν κατὰ τῶν ἀσεβῶν ποιήσασθαι τιμωρίαν. πλὴν ἀλλ' εἰ καὶ δύο κυρίους ἀνεπικαλύπτως ὁμολογοῦμεν, ἀλλ' οὐ καὶ ταῖς ὁμοίαις ἐπ' ἀμφοτέροις χρώμεθα θεολογίαις· εὐσεβῶς δὲ τῇ τάξει χρώμενοι, τὸν μὲν ἀνωτάτω πατέρα καὶ θεὸν καὶ κύριον καὶ τοῦ δευτέρου κύριον καὶ θεὸν εἶναι πεπαιδεύμεθα, τὸν δὲ τοῦ θεοῦ λόγον τὸν δεύτερον κύριον, τῶν μὲν ὑπ' αὐτὸν δεσπότην, οὐκέτι δὲ ὁμοίως καὶ τοῦ μείζονος. 5.8.3 οὐ γὰρ τοῦ πατρὸς κύριος οὐδὲ τοῦ πατρὸς θεὸς ὁ θεὸς λόγος, ἀλλ' ἐκείνου μὲν εἰκὼν καὶ λόγος καὶ σοφία καὶ δύναμις, τῶν δὲ μετ' αὐτὸν δεσπότης καὶ κύριος καὶ θεός· ὁ δέ γε πατὴρ καὶ τοῦ υἱοῦ πατὴρ καὶ κύριος καὶ θεός. ὅθεν εἰκότως ἀνατρέχουσιν εἰς μίαν ἀρχήν, καὶ εἰς ἕνα θεὸν συνίσταται ἡμῖν τὰ τῆς εὐσεβοῦς θεολογίας. 5.9.1 Τῆς αὐτῆς. «Ὤφθη δὲ κύριος τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην», καὶ πάλιν· «ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ θεός· εὐαρέστει ἐνώπιόν μου καὶ γίνου ἄμεμπτος· καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ, καὶ πληθυνῶ σε σφόδρα», 5.9.2 καὶ αὖθις· «ὤφθη δὲ ὁ θεὸς αὐτῷ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ. καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ προσεκύνησεν», 5.9.3 καὶ ἑξῆς μετὰ τὴν ὀπτασίαν ἐπιφέρει· «ὁ δὲ κύριος εἶπεν, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς», 5.9.4 καὶ τούτοις αὖθις ἐπιλέγει ὡς περὶ ἑτέρου· «ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἐπαγάγῃ κύριος ἐπὶ Ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν». 5.9.5 Ταῦτα αὐτὸς ἀναγέγραπται λέγων ὁ χρηματίζων τῷ Ἀβραὰμ