130
διαγορεύων τῷ λόγῳ, ὅτι ἄφθαρτος μὲν οὐκ ἐνεργείᾳ ἐστί, πατὴρ δὲ 2.1.372 καὶ δημιουργὸς ἐξ ἐνεργειῶν ὀνομάζεται. εἰ τοίνυν ταὐτόν ἐστι πατέρα τε καὶ δημιουργὸν αὐτὸν λέγεσθαι, τῷ τὴν ἐνέργειαν ἀμφοτέρων αὐτῷ γίνεσθαι τῶν ὀνομάτων αἰτίαν, ἀνάγκη πᾶσα καὶ τὰ τῶν ἐνεργειῶν ἀποτελέσματα ὁμογενῶς ἔχειν ἀλλήλοις κατ' αὐτὸ τὸ ἐξ ἐνεργείας ὁμοίως εἶναι. τοῦτο δὲ πρὸς ποῖον βλασφημίας πέρας διὰ τῆς ἀκολου θίας ἐκφέρεται, παντὶ δῆλόν ἐστι τῷ ἐπισταμένῳ βλέπειν πρὸς τὸ ἀκόλουθον. ἐγὼ δ' ὅσα περὶ τούτων λογίζομαι, βούλομαι προσθεῖναι τῇ συνεξετάσει τῶν λόγων. οὐκ ἔστιν ἐνέργειαν ἀπεργαστικήν τινος πράγματος αὐτὴν ἐφ' ἑαυτῆς συστῆναι, μή τινος ὑποδεχομένου τῆς ἐνεργείας τὴν κίνη σιν, οἷον ἐνεργεῖν τί φαμεν τὸν χαλκεύοντα, ἐνεργεῖσθαι δὲ 2.1.373 τὴν ἐκκειμένην ὕλην τῇ τέχνῃ. οὐκοῦν ἀναγκαίως ἔχει σχέσιν τινὰ ταῦτα πρὸς ἄλληλα, ἡ ἐνεργητικὴ καὶ ἡ παθη τικὴ δύναμις, ὧν εἰ χωρισθείη τῷ λόγῳ τὸ ἕτερον, οὐκ ἂν ἐφ' ἑαυτοῦ συσταίη καὶ τὸ λειπόμενον. εἰ γὰρ μὴ τὸ πάσχον εἴη, τὸ ἐνεργοῦν οὐκ ἔσται. τί οὖν ἐκ τούτου κατα σκευάζεται; εἰ οὐ συνίσταται καθ' ἑαυτὴν ἡ ἐνέργεια ἡ ἀποτελεστική τινος πράγματος, μὴ ὑποκειμένου τοῦ πάσχον τος, ὁ πατὴρ δέ, καθὼς οὗτοί φασιν, οὐδὲν ἕτερόν ἐστιν ἢ ἐνέργεια, παθητὸς ἄρα διὰ τούτων ὁ μονογενὴς υἱὸς ἀπο δείκνυται πρὸς τὴν κίνησιν τῆς ὑφιστώσης αὐτὸν ἐνεργείας 2.1.374 τυπούμενος. ὡς γὰρ τὸν τοῦ παντὸς δημιουργόν φαμεν παθητικήν τινα καὶ εὔεικτον ὕλην ὑποβαλόμενον ἐνεργὸν ἑαυτοῦ τὴν δημιουργικὴν οὐσίαν ποιῆσαι, ἐπὶ μὲν τῶν αἰσθη τῶν τὰς ποικίλας τε καὶ πολυειδεῖς τῷ ὑποκειμένῳ ποι ότητας πρὸς τὴν ἑκάστου τῶν γινομένων ἀπεργασίαν τεχνι κῶς ἐπιβάλλοντα, ἐπὶ δὲ τῶν νοητῶν ἕτερον τρόπον οὐχὶ ποιότησιν, ἀλλὰ προαιρετικαῖς ὁρμαῖς διαμορφοῦντα τὸ ὑπο κείμενον, οὕτως ἐξ ἀνάγκης εἰ ἐνέργειάν τις ὁρίζοιτο τὴν πατρότητα, οὐκ ἄλλως ἀποδείξει τοῦ υἱοῦ τὴν ὑπόστασιν, 2.1.375 μὴ κατά τινα παθητικὴν πάντως ἀπεργασθεῖσαν ὕλην. εἰ γὰρ ἀπαθὴς νομισθείη, ἀντίτυπος πάντως ἡ ἀπάθεια τῷ ἐνεργοῦντι γενήσεται, κωλυομένης δὲ τῆς ἐνεργείας οὐκ ἔσται πάντως τὸ ἐνεργούμενον. ὡς δυοῖν θάτερον, ἢ παθη τὴν διὰ τούτων τοῦ μονογενοῦς τὴν οὐσίαν ποιήσουσιν, ἵνα τὴν ἐνέργειαν δέξηται, ἢ τοῦτο διὰ τὸ προφανὲς τῆς ἀσε βείας ὀκνοῦντες τὸ μηδὲ ὅλως αὐτὴν εἶναι κατασκευάσουσιν. 2.1.376 ὃ γὰρ παθεῖν ἀποπέφυκεν, οὐδὲ τὴν ποιητικὴν ἐνέργειαν ὑφ' ἑαυτοῦ πάντως προσίεται. ὁ τοίνυν ἐνεργείας τινὸς ἀποτέλεσμα τὸν υἱὸν ὀνομάζων ἕν τι καὶ τοῦτον τῶν παθη τῶν διορίζεται ὅσα δι' ἐνεργείας ἔσχε τὴν πρόοδον, ἢ εἴπερ ἀρνοῖτο τὸ πάθος, καὶ τὴν ὑπόστασιν αὐτοῦ μετὰ τοῦ πάθους ἀρνήσεται. ἀλλ' ἐπειδὴ καθ' ἑκάτερον τῶν κατὰ τὸ διλήμματον προφαινομένων σαφὴς ἡ ἀσέβεια καὶ τὸ μὴ εἶναι λέγειν καὶ τὸ παθητὸν αὐτὸν οἴεσθαι, πρόδηλος ἡ 2.1.377 ἀλήθεια διὰ τῆς τῶν ἀτόπων ἀναιρέσεως ἀναφαινομένη. εἰ γὰρ καὶ ἀληθῶς ἔστι καὶ παθητὸς οὐκ ἔστι, δῆλον ὅτι οὐκ ἐξ ἐνεργείας ἐστίν, ἀλλ' ὡς εἰκὸς ἀληθινὸν εἶναι θεὸν ἐκ τοῦ ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαθῶς ἐξ ἀϊδίου ἀπαυ γασθέντα τε καὶ ἐκλάμψαντα. ἀλλὰ 20κατ' αὐτὴν τὴν οὐσίαν20, φησίν, 20ἄφθαρτός ἐστιν ὁ θεός20. τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον, τὸ ἀγαθόν, τὸ ἀΐδιον, τὸ τοῦ κακοῦ παντὸς ἀνεπίδεκτον, τὸ ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοου 2.1.378 μένῳ ἀπεριόριστον; ἆρά τίς ἐστιν ὁ λέγων ἐπίκτητόν τι τῶν καλῶν εἶναι τῇ θείᾳ φύσει καὶ οὐ πᾶν ὅτιπέρ ἐστι καλὸν ἐκεῖθέν τε ἀφορμᾶσθαι καὶ ἐν αὐτῇ θεωρεῖσθαι, οὕτω τοῦ προφήτου λέγοντος Ὅτι εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, παρ' αὐτοῦ ἐστι; συνάπτει δὲ τούτῳ τὸ 20καὶ 2.1.379 ἀγέννητον κατ' οὐσίαν εἶναι20. ἐγὼ δέ, εἰ μὲν οὕτω νοῶν τοῦτο λέγει, ὅτι ἀγεννήτως ἔστι τοῦ πατρὸς ἡ οὐσία, συντίθεμαι τῷ λεγομένῳ καὶ οὐκ ἀντιβαίνω τῷ δόγματι· οὐδὲ γάρ τις ὅλως τῶν εὐσεβούντων γεννητὸν εἶναι τὸν πατέρα τοῦ μονογενοῦς ὑποτίθεται· εἰ δὲ τοῦτο μὲν ἐνδεί κνυται κατὰ τὸ σχῆμα τοῦ λόγου, κατασκευάζει δὲ τὸ αὐτὴν 20τὴν ἀγεννησίαν20 οὐσίαν εἶναι, τοῦτό φημι δεῖν μὴ παραδραμεῖν ἀνεξέταστον, ὡς