131
ἂν μὴ λάθοι τοὺς εὐεξα πατήτους πρὸς τὴν συγκατάθεσιν τῆς βλασφημίας ὑποποιού 2.1.380 μενος. ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. 20Κατ' αὐτήν20, φησί, 20τὴν οὐσίαν ἄφθαρτός ἐστι καὶ ἀγέννητος ἀμιγῆ καὶ καθαρὰν οὖσαν πάσης ἑτερότητος καὶ διαφορᾶς20. περὶ θεοῦ ταῦτα λέγει, οὗ τὴν οὐσίαν ἀφθαρσίαν τε καὶ ἀγεννησίαν εἶναί φησι. τρία τοίνυν ἐπὶ θεοῦ εἶπεν ὀνόματα, τὴν οὐσίαν, τὸ ἄ 2.1.381 φθαρτον, τὸ ἀγέννητον. εἰ μία τῶν τριῶν τούτων ὀνομά των ἐπὶ τοῦ θεοῦ ἐστιν ἡ ἔννοια, ἡ θεότης ταῦτα τὰ τρία πάντως ἐστίν· ὡς εἴ τις λέγοι τὸν ἄνθρωπον χαρακτηρίσαι βουλόμενος λογικὸν αὐτὸν εἶναι γελαστικόν τε καὶ πλατυώ νυχον· ἐφ' ὧν, διὰ τὸ μηδεμίαν κατὰ τὴν φύσιν ἐν ἑκάστῳ διαφορὰν εἶναι, ἰσοδυναμεῖν τε ἀλλήλοις τὰ ὀνόματα λέγομεν καὶ ἓν εἶναι τῷ ὑποκειμένῳ τὰ τρία, τὴν ἀνθρωπότητα τὴν 2.1.382 διὰ τῶν ὀνομάτων τούτων ὑπογραφεῖσαν. εἰ τοίνυν τοῦτό ἐστιν ἡ θεότης, ἡ ἀγεννησία τε καὶ ἡ ἀφθαρσία καὶ ἡ οὐσία, κατὰ πᾶσαν ἀνάγκην ἐν τῇ τοῦ ἑνὸς τούτων ἀφαι ρέσει † συναναιρεῖσθαι καὶ τὴν θεότητα. ὡς γὰρ τὸν μὴ λογικὸν οὐδὲ γελαστικὸν προσείποι τις ἂν οὐδὲ ἄν θρωπον, οὕτως καὶ ἐπὶ τούτων τῶν τριῶν ὀνομάτων, τοῦ τε ἀγεννήτου φημὶ καὶ τοῦ ἀφθάρτου καὶ τῆς οὐσίας, εἰ διὰ τούτων ἡ θεότης χαρακτηρίζεται, ὅταν ἕν τι τῶν τριῶν μὴ ὑπάρχῃ, διεγράφη πάντως τῷ λείποντι καὶ ὁ τῆς θεό 2.1.383 τητος λόγος. οὐκοῦν ἀποκρινάσθω τίνα περὶ τοῦ μονο γενοῦς θεοῦ ἔχει τὴν δόξαν. γεννητὸν αὐτὸν ἢ ἀγέννητον οἴεται; γεννητὸν ἐρεῖ πάντως, εἴπερ τοῖς ἰδίοις μὴ μάχοιτο. εἰ οὖν ταὐτόν ἐστι τῷ ἀγεννήτῳ ἡ οὐσία τε καὶ τὸ ἄφθαρ τον, δι' ὧν ἡ θεότης γνωρίζεται, ᾧ μὴ πρόσεστι τὸ ἀγέν νητον, συναφῄρηται τούτου πάντως ἡ οὐσία τε καὶ τὸ ἄφθαρ τον, ὧν μὴ παρόντων καὶ ἡ θεότης κατὰ πᾶσαν ἀνάγκην ἐξαιρεθήσεται. οὐκοῦν εἰς διπλοῦν πέρας τῆς κατὰ τὸ 2.1.384 βλάσφημον αὐτῶν ἀκολουθίας ὁ λόγος κατήντησεν. εἰ γὰρ κατὰ τὸ αὐτὸ σημαινόμενον λέγεται ἐπὶ τοῦ θεοῦ ἡ οὐσία τε καὶ ἡ ἀφθαρσία καὶ τὸ ἀγέννητον, σαφῶς ἀποδείκνυται ὁ καινὸς οὗτος θεοποιὸς τὸν παρ' αὐτοῦ κτισθέντα υἱὸν φθαρτόν τε γινώσκων διὰ τὸ μὴ γινώσκειν ἀγέννητον, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ παντελῶς ἀνυπόστατον διὰ τὸ μὴ δύνασθαι αὐτὸν ἐν θεότητι βλέπειν, ᾧ οὐκ ἐνθεωρεῖται τὸ ἀγέννητόν τε καὶ ἄφθαρτον, εἴπερ ταὐτὸν τὸ ἀγέννητόν τε 2.1.385 καὶ ἄφθαρτον τῇ οὐσίᾳ οἴεται. ἀλλ' ἐπειδὴ πρόδηλος ἐν τούτοις ἐστὶν ἡ ἀπώλεια, συμβουλευσάτω τις τοῖς δειλαίοις ἐπὶ τὸ λειπόμενον τραπῆναι τῷ λόγῳ καὶ μὴ ζυγομαχεῖν ἐκ τοῦ προδήλου πρὸς τὴν ἀλήθειαν, ἀλλὰ συντίθεσθαι ἴδιον ἑκάστου τούτων εἶναι τῶν ὀνομάτων τὸ σημαινόμενον, ὅπερ μᾶλλον ἄν τις διὰ τῶν ἀντιδιαστελλομένων νοήσειε. 2.1.386 τό τε γὰρ ἀγέννητον τῇ πρὸς τὸ γεννητὸν ἀντιδιαστολῇ ἐξευρίσκομεν καὶ τὸ ἄφθαρτον τῇ πρὸς τὸ φθαρτὸν παρα θέσει γνωρίζεται καὶ ἡ οὐσία τῇ πρὸς τὸ ἀνυπόστατον παραλλαγῇ θεωρεῖται. ὡς γὰρ ὃ μὴ ἐγεννήθη ἀγέννητον λέγεται καὶ ὃ μὴ φθείρεται ἄφθαρτον, οὕτως καὶ τὸ μὴ ἀνύπαρκτον οὐσίαν κατονομάζομεν, καὶ τὸ ἔμπαλιν ὡς τὸ γεννητὸν οὐκ ἀγέννητον λέγομεν καὶ τὸ φθαρτὸν οὐκ ἄφθαρτον ὀνομάζομεν, οὕτω καὶ τὴν οὐσίαν ἀνύπαρκτον εἶναι οὐ λέγομεν. οὐκοῦν οὐσία μὲν ἐν τῷ εἶναί τι κατα νοεῖται, τὸ δὲ φθαρτὸν ἢ τὸ ἄφθαρτον ἐν τῷ ποδαπὸν εἶναι, τὸ δὲ γεννητὸν ἢ ἀγέννητον ἐν τῷ πῶς εἶναι. ἄλλος οὖν ὁ τοῦ εἶναι λόγος καὶ ἕτερος ὁ τὸ πῶς ἢ τὸ ποῖον δι' ἑαυτοῦ σαφηνίζων. 2.1.387 Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ προκειμένῳ ἡμῖν ἐμφιλοχωρῆσαι νοήματι. τὰ γὰρ ὅσα πρὸς ἀνατροπὴν τῶν περὶ τῆς ἐπινοίας τῷ διδασκάλῳ τεθεωρημένων ὑπὸ τοῦ λογογράφου καθάπερ τις χυμὸς φλεγματώδης ἐξήμεσται, τοιαῦτά ἐστιν ὡς μηδένα κίνδυνον παρέχειν τοῖς ἐντυγχά νουσι, κἂν σφόδρα τις ἠλίθιος ὢν καὶ εὐπαράγωγος τύχῃ. 2.1.388 τίς γὰρ οὕτως ἔξω διανοίας ἐστὶν ὥστε τὰ ὑποδειγματικῶς περὶ τοῦ