132
«εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ φάσκων καθ' ὕπνους, ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ». οὐκοῦν ὁ αὐτὸς ἄγγελος κυρίου καὶ θεὸς καὶ κύριος σαφῶς διὰ τούτων ἀνηγόρευται. καὶ ἐν Ἡσαΐᾳ δὲ τῷ προφήτῃ «μεγάλης βουλῆς ἄγγελος» ὁμοῦ δὲ καὶ «θεὸς» καὶ «ἄρχων» καὶ «ἐξουσιαστὴς» προσαγορεύεται, ἐν οἷς τὴν εἰς ἀνθρώπους αὐτοῦ γένεσιν θεσπίζει λέγων· «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, θεὸς ἰσχυρός, ἐξουσιαστής, πατὴρ τοῦ μέλλοντος αἰῶνος». 5.11.1 Τῆς αὐτῆς. «Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τὴν Ἰαβόκ, καὶ ἔλαβεν αὐτοὺς καὶ διεβίβασεν πάντα τὰ ἑαυτοῦ. ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν μετ' αὐτοῦ ἄνθρωπος ἕως πρωΐ. εἶδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ· καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος, ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπεν δὲ αὐτῷ, τί τὸ ὄνομά σου; ὁ δὲ εἶπεν, Ἰακώβ. εἶπεν δὲ αὐτῷ, οὐκέτι Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. ἠρώτησεν δὲ Ἰακὼβ καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν, ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἰακὼβ εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου. ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν τὸ εἶδος τοῦ θεοῦ.» 5.11.2 Τῷ μὲν Μωσεῖ εἴρητο «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται», ἐν τούτοις δὲ ὁ Ἰακὼβ εἶδεν θεὸν οὐχ ἁπλῶς ἀλλὰ «πρόσωπον πρὸς πρόσωπον», καὶ σωθείς γε οὐ τὸ σῶμα ἀλλὰ τὴν ψυχὴν τῆς ἐπὶ τὸν Ἰσραὴλ προσωνυμίας ἠξιώθη, φερωνύμου ψυχῶν προσηγορίας, εἴ γε ἑρμηνευθὲν «ὁρῶντα θεὸν» τὸ Ἰσραὴλ ὄνομα σημαίνει. οὐκ ἄρα τὸν ἐπὶ πάντων θεὸν ἑώρα· ἀόρατος γὰρ οὗτος καὶ ἄτρεπτος, καὶ οὐδαμῶς ἂν εἰς ἄνθρωπον μεταβάλοι ὁ πάσης ἀνωτάτω οὐσίας· ἕτερον ἄρα, οὗ καὶ πολυπραγμονοῦντι καιρός πω οὐκ ἦν ἐκφάναι τῷ Ἰακὼβ τὴν προσηγορίαν. 5.11.3 εἰ δὲ ἀγγέλων τινὰ ἢ τῶν κατ' οὐρανὸν θείων πνευμάτων, τὸν τοῖς ἁγίοις τοὺς χρησμοὺς διακονούμενον, ὑπολάβοι τις εἶναι, σαφῶς διέψευσται· τοῦτο μὲν ἀπὸ τοῦ κυριολεκτεῖσθαι καὶ θεολογεῖσθαι τὸν δηλούμενον, καὶ γὰρ καὶ θεὸν αὐτὸν ἡ θεία γραφὴ διαρρήδην ἀναγορεύει καὶ κύριον ἀποκαλεῖ, τῇ διὰ τῶν τεσσάρων παρ' Ἑβραίοις στοιχείων ἐπισημειώσει τιμῶσα, ἣν ἐπὶ μόνης τῆς ἀνεκφωνήτου καὶ ἀρρήτου προσηγορίας τῆς τοῦ θεοῦ συντιθέναι παῖδες Ἑβραίων εἰώθασιν· τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἀγγέλους σαφῶς διορίζειν, ὅτε δὴ βούλοιτο ἀγγέλους καλεῖν ὁ λόγος, ὥσπερ, ἐπεὶ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς ὄντας ὁ μὲν τῷ Ἀβραὰμ χρηματίζων θεὸς καὶ κύριος τῆς αὐτοῦ παρουσίας οὐδαμῶς ἀξιοῖ, εἰσαῦθις ἡ θεία γραφὴ λέγει· «ὁ μὲν κύριος ἀπῆλθεν, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, οἱ δὲ δύο ἄγγελοι ἀπῆλθον εἰς Σόδομα ἑσπέρας», 5.11.4 καὶ τῷ Ἰακὼβ δὲ «συνήντησαν ἄγγελοι θεοῦ»· καὶ ἰδὼν εἶπεν «παρεμβολὴ θεοῦ αὕτη· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου παρεμβολαί». 5.11.5 οὕτως δὴ ὁ θεοφιλὴς εὖ διέκρινεν τὰς ὀπτασίας, ὥστε νῦν μὲν τὸ ὄνομα τοῦ τόπου παρεμβολὰς καλεῖν, ἀπὸ τῆς τῶν ἀγγελικῶν παρεμβολῶν θέας, ὅτε δὲ τῷ θεῷ προσομιλεῖ, καλεῖ τὸ ὄνομα τοῦ τόπου «εἶδος θεοῦ», ἐπιλέγων· «εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσ ωπον». ἀλλὰ καὶ τῷ Μωσεῖ ὅτ' ἄγγελος ἐπιφαίνεται, τοῦτ' αὐτὸ καὶ ἡ θεία γραφὴ σημαίνει λέγουσα· «ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ πυρὸς βάτου». ὅτε δὲ τὸν αὐθέντην αὐτὸν δὴ τὸν χρηματίζοντα δηλοῖ, θεὸν καὶ κύριον ἀλλ' οὐκέτι ἄγγελον ὀνομάζει. 5.11.6 ὁμοίως καὶ ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης διορίζει σαφῶς τὸν ἄγγελον καὶ τὸν κύριον δι' ὧν φησιν· «ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραήλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν