132
σίτου παρὰ τοῦ διδασκάλου τεθέντα, δι' ὧν οἱονεὶ τέχνην τινὰ καὶ ἔφοδον πρὸς τὴν τῶν ὑψηλῶν θεωρίαν τῷ ἀκροατῇ ὑπετίθετο, ταῦτα ψιλῶς τοῦ Εὐνομίου τοῖς περὶ τῆς οὐσίας τοῦ θεοῦ τῶν ὅλων ἐφαρμόζοντος λόγοις οἰηθῆναί τι λέγειν αὐτὸν καὶ μετά τινος ἀγχινοίας κατὰ τῆς ἀλη 2.1.389 θείας τεχνάζεσθαι; τὸ γὰρ φάσκειν αὐτὸν πρεπωδεστάτην αἰτίαν ἐπὶ τοῦ θεοῦ τοῦ γεννῆσαι τὸν υἱὸν εἶναι τὴν ἀδέσποτον ἐξουσίαν καὶ τὴν ἀνυπέρβλητον δύναμιν, ὅπερ οὐ περὶ τοῦ κόσμου μόνον καὶ τῶν ἐν αὐτῷ στοιχείων, ἀλλὰ καὶ περὶ τῶν ἑρπετῶν καὶ θηρίων ἔστιν εἰπεῖν, καὶ τοῦτο ὡς πρέπον ἐπὶ τῆς τοῦ μονογενοῦς θεοῦ ὑπολήψεως τὸν σεμνὸν θεο λόγον ἐκτίθεσθαι, ἢ τὸ λέγειν καὶ πρὸ τῆς τῶν ὀνομαζόν των γενέσεως ἀγέννητον ἢ πατέρα ἢ τὰ λοιπὰ τῶν ὀνομά των προσαγορεύεσθαι τὸν θεόν, καθάπερ δεδιότα μὴ τοῦ ὀνόματος παρὰ τοῖς μήπω γεγονόσι σιωπηθέντος ἑαυτὸν ἀγνοήσειεν ἢ εἰς λήθην ἑαυτοῦ πέσοι τῇ σιωπῇ τοῦ ὀνό ματος ὅ ἐστιν ἀγνοήσας, ἥ τε χλευαστικὴ τῶν ἡμετέρων λόγων καταδρομή, ὅσον τὸ δριμύ τε καὶ ἀγχίνουν ἔχει· δι' ὧν κατασκευάζει τὸ ἄτοπον, ὅτι ὁ πρὸ πάντων αἰώνων καὶ χρόνων καὶ πάσης αἰσθητῆς τε καὶ νοητῆς φύσεως γεγονὼς πατήρ πως περιμένει τοὺς ἀνθρώπους, ἵνα διὰ τῆς τούτων ὀνομασθῇ ἐπινοίας. 2.1.390 20Οὐκ ὀνομαζόμενος20, ὥς φησιν ἐκεῖνος, 20οὔτε ὑπὸ τοῦ υἱοῦ οὔτε ὑπὸ τῶν δι' ἐκείνου γενομένων νοη τῶν οὐσιῶν20. οὐδένα γὰρ οὕτως οἶμαι κορύζης εἶναι βαθείας μεστὸν ὡς ἀγνοεῖν ὅτι ὁ μονογενὴς υἱὸς ὁ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἑαυτῷ τὸν πατέρα βλέπων ὀνόματος ἢ ῥήματος πρὸς τὴν τοῦ ὑποκειμένου γνῶσιν οὐκ ἐπιδέεται, οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸ τὰ τοῦ θεοῦ βάθη διερευνώ μενον διὰ τῆς ὀνομαστικῆς προσηγορίας πρὸς τὴν τοῦ ζητου μένου γνῶσιν ἐνάγεται, οὔτε ἡ ἀσώματος τῶν ὑπερκοσμίων δυνάμεων φύσις φωνῇ καὶ γλώττῃ κατονομάζει τὸ θεῖον. 2.1.391 ἐπὶ γὰρ τῆς ἀΰλου καὶ νοερᾶς φύσεως ἡ κατὰ τὸν νοῦν ἐνέργεια λόγος ἐστὶν οὐδὲν τῇ ὑλικῇ τῶν ὀργάνων ὑπηρεσίᾳ συγχρώμενος. καὶ γὰρ ἐπὶ τῆς ἀνθρωπίνης φύσεως οὐδὲν ἂν ἐδέησεν ἡμῖν τῆς τῶν ῥημάτων καὶ ὀνομάτων χρήσεως, εἰ δυνατὸν ἦν γυμνὰ προδεικνύειν ἀλλήλοις τὰ τῆς διανοίας κινήματα· νυνὶ δὲ τῶν ἐγγενομένων ἡμῖν νοημάτων διὰ τὸ τῇ σαρκίνῃ περιβολῇ τὴν φύσιν ἡμῶν περιείργεσθαι φανε ρωθῆναι μὴ δυναμένων, ἀναγκαίως καθάπερ σημεῖα τοῖς πράγμασι τὰς ποιὰς τῶν ὀνομάτων θέσεις ἐπιβάλλοντες δι' 2.1.392 ἐκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δημοσιεύομεν. εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλοις συνεγινόμεθα, αὐτὴν τῶν πραγμάτων τὴν φύσιν περὶ ἣν ὁ νοῦς καταγίνεται ταῖς τῆς διανοίας ὁρμαῖς ἐκκαλύπτοντες· νυνὶ δὲ τούτου χάριν τῷ μέν τινι τῶν ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα ἑτέρῳ δὲ γῆν καὶ ἄλλῳ ἄλλο τι καὶ τὸ πρός τί πως ἔχειν ἢ τὸ ἐνεργεῖν ἢ τὸ πάσχειν, πάντα ἰδιαζούσαις ἐπισημαινόμεθα ταῖς φωναῖς, ὡς ἂν μὴ ἀκοινώνητός τε καὶ ἄγνωστος ἡ 2.1.393 τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι. ἡ δὲ ὑπερκόσμιος ἐκείνη καὶ ἄϋλος φύσις τῆς σωματικῆς περιοχῆς ἐλευθέρα οὖσα καὶ ἄνετος οὔτε ἐφ' ἑαυτῆς οὔτε ἐπὶ τῆς ὑπερκειμένης φύσεως ὀνομάτων δέεται ἢ ῥημάτων, ἀλλ' εἴ που καὶ μνη μονεύεται παρὰ τῆς νοερᾶς φύσεως λόγος τις ἐν ἱεραῖς βίβλοις ἀνάγραπτος, ἡμῶν ἕνεκεν τῶν ἀκουόντων τὸ τοιοῦτον λέγεται τῶν ἀδυνατούντων ἄλλῳ τρόπῳ μαθεῖν τὸ δηλού 2.1.394 μενον, μὴ διὰ φωνῶν καὶ ῥημάτων ἐξαγγελλόμενον. κἂν ὁ ∆αβὶδ ἐν πνεύματι λέγῃ τῷ κυρίῳ παρὰ τοῦ κυρίου τι λέγεσθαι, ∆αβὶδ ὁ λέγων ἐστὶν ὁ μὴ δυνάμενος ἑτέρως ἡμῖν τὴν τοῦ νοηθέντος διδασκαλίαν ποιήσασθαι, εἰ μὴ διὰ φωνῶν καὶ ῥημάτων τὴν ἐγγενομένην αὐτῷ θεόθεν τῶν μυστηρίων κατανόησιν ἑρμηνεύσειε. 2.1.395 Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφη θέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν 20μανίαν20 ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλωσιν τῆς ὑπερεχούσης φύσεως παρὰ ἀνθρώπων οἰομένοις δι' ἐπινοίας λέγεσθαι. τί μὲν γὰρ οὗτος νοῶν διασύρειν οἴεται δεῖν τὴν ἐπίνοιαν, ἐκ