133
αὐτῶν· ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν». 5.11.7 ὥσπερ δὲ ἐπὶ τῶν προτέρων ἐν ἀνθρώπου σχήματι τοῖς παλαιοῖς ὁ κύριος χρηματίζων εἰσῆκται, οὕτω καὶ ἐνταῦθα διὰ νεφέλης. λέλεκται γοῦν ἑξῆς· «ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ νεφέλης», δι' ὅλης δὲ τῆς ἐρήμου ἐν στύλῳ διὰ τῆς νεφέλης ὁ θεὸς τῷ Μωσεῖ χρηματίζων. 5.11.8 ἀκριβῶς ἄρα ὅτε μὲν ἀγγέλου φύσιν ὁ λόγος δηλοῦν βούλεται, οὐδὲ θεὸν οὐδὲ κύριον ἀλλ' ἀνεπικαλύπτως ἄγγελον ὀνομάζει, ὅτε δὲ κύριον καὶ θεὸν οἶδεν τὸν ἐπιφαινόμενον, ταύταις αὐταῖς σαφῶς κέχρηται ταῖς προσρήσεσιν. κύριον δὲ καὶ θεὸν ὅτι μὴ τὸν αἴτιον δηλοῖ, προφανῶς ἀπέδειξαν τῆς θείας γραφῆς αἱ λέξεις, «ἄγγελον θεοῦ» προσειποῦσαι τὸν ἐπὶ τοῦ Ἰακὼβ κύριον καὶ θεὸν προωνομασμένον. 5.11.9 λείπεταί τις ἄρα ὢν ἐν τοῖς οὖσι θεὸς καὶ κύριος μετὰ τὸν παμβασιλέα καὶ θεὸν τῶν ὅλων. εἴη δ' ἂν οὗτος ὁ πρὸ αἰώνων τοῦ θεοῦ λόγος, ὁ κρείττων μὲν ἢ πᾶσα ἀγγελικὴ φύσις, μείων δὲ ἢ κατὰ τὸν πρῶτον αἴτιον. 5.12.1 Τῆς αὐτῆς. «Εἶπεν δὲ ὁ θεὸς Ἰακώβ, ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθήλ, καὶ οἴκει ἐκεῖ· καὶ ποίησον θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου. εἶπεν δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ' αὐτοῦ, ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν· καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ' ἐμοῦ καὶ ἔσωσέν με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην.» 5.12.2 Ἐνταῦθα ὁ θεὸς αὐτὸς ὁ τῶν ὅλων, ὁ μόνος ἀγένητος καὶ ἀνωτάτω πάντων, οὐκ ὀφθεὶς ἀλλὰ γὰρ ἀοράτως χρηματίσας τῷ Ἰακὼβ δυνάμει τε ἀρρήτῳ αὐτὸν ἀνακινήσας, περὶ ἑτέρου σαφῶς ποιεῖται τὸν λόγον. εἶπεν γοῦν ὁ θεὸς αὐτῷ· «ποίησον θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι». τίς δ' ἦν ὁ προγραφεὶς ὦφθαι αὐτῷ, ἀρτίως παρεστήσαμεν, τὸν θεὸν λόγον εἶναι ἀποδείξαντες. 5.13.1 Ἀπὸ τῆς Ἐξόδου. «Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰωθὼρ τοῦ γαμβροῦ αὐτοῦ», «καὶ ἦλθεν εἰς τὸ ὅρος τοῦ θεοῦ ἐν Χωρήβ. ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου», καὶ μεθ' ἕτερα· «ὡς δὲ εἶδεν, ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ μέσου τοῦ βάτου λέγων, Μωυσῆ Μωυσῆ, μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ' αὐτῷ γῆ ἁγία ἐστίν», καὶ μετ' ὀλίγα· «καὶ εἶπεν κύριος πρὸς αὐτόν, ἐγώ εἰμι ὁ ὤν», 5.13.2 καὶ αὖθις· «ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν, ἐγὼ κύριος ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸςὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς· καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς». 5.13.3 Ὥσπερ ἐπὶ τῶν ἐν ἀνθρώποις προφητῶν, Ἡσαΐου φέρε εἰπεῖν καὶ Ἱερεμίου καὶ τῶν παραπλησίων, ἄνθρωπος μὲν ἦν τὸ ὁρώμενον, θεὸς δὲ ὁ διὰ τοῦ φαινομένου ὡς ἂν δι' ὀργάνου θεσπίζων, καὶ τοτὲ μὲν Χριστοῦ πρόσωπον, τοτὲ δὲ πνεύματος ἁγίου, τοτὲ δὲ τοῦ ἐπὶ πάντων θεοῦ ἦν διὰ τοῦ προφήτου χρηματίζον, οὕτω δὴ καὶ νῦν εἰσαγομένῳ τῷ Μωσεῖ ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων θεὸς διὰ τοῦ φανέντος ἀγγέλου τὰ προκείμενα θεσπίζει. 5.13.4 ὧν γένοιτ' ἂν ὁ νοῦς τοιόσδε· σοὶ μέν, ὦ προφῆτα, ὡς ἂν εἰσαγομένῳ καὶ μηδὲν πλέον ἀγγελικῆς ὀπτασίας χωροῦντι, τέως τὸν ἐμὸν ἄγγελον ἐβουλήθην ὀφθῆναι, ἐμαυτοῦ τε τοὔνομά σοι μόνον ἐμφανὲς καθίστημι, διδάσκων ὅτι «ἐγώ εἰμι ὁ ὤν», καὶ ὅτι τὸ ὄνομά μού ἐστιν κύριος· τοῖς δὲ σοῖς πατράσιν οὐ τοῦτο μόνον ἐδήλωσα, ἀλλὰ καὶ τούτου μεῖζον ἐδωρησάμην· ὤφθην γὰρ αὐτοῖς. τίς δὲ ἦν ὁ τοῖς πατράσιν ὀφθείς; καὶ ὅτι μὴ ὁ ἐπὶ πάντων θεός, προαποδέδεικται, ἡνίκα τὸν θεὸν καὶ τὸν κύριον· «ἄγγελον θεοῦ» ὠνομάσθαι ἐπεδείκνυμεν. 5.13.5 πῶς οὖν ἐνταῦθα ὁ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὢν ὁ μόνος ἐπὶ πάντων θεός, ὦφθαί φησιν τοῖς πατράσιν, ζητήσαι ἄν τις εἰκότως. λυθείη δ' ἂν τὸ ζητηθέν, εἰ τῇ ἀκριβείᾳ τῆς θείας γραφῆς ἐπιστήσαιμεν. λεγομένου γὰρ παρὰ τοῖς ἑβδομήκοντα τοῦ «καὶ ὤφθην πρὸς Ἀβραὰμ