133
τῶν ἐκείνου πάρεστι λόγων τοὺς βουλομένους διδάσκεσθαι· ἃ δὲ ἡμεῖς ὑπολαμβάνομεν περὶ τῆς τῶν ὀνο μάτων χρήσεως, ἐν τοῖς κατόπιν εἰρήκαμεν, ὅτι τῶν πραγ μάτων ἐχόντων ὡς ἔχει φύσεως τὰς ἑρμηνευτικὰς τῶν ὄν των φωνὰς ἡ <ἐν>τεθεῖσα παρὰ τοῦ θεοῦ τῇ φύσει ἡμῶν 2.1.396 λογικὴ δύναμις εὕρατο. ὧν εἰ μέν τις τὴν αἰτίαν εἰς τὸν δεδωκότα τὴν δύναμιν ἀναφέροι, οὐδὲ ἡμεῖς ἀντιλέγομεν, ὥσπερ καὶ τὸ κινεῖσθαι καὶ τὸ ὁρᾶν καὶ τὰ λοιπὰ διὰ τῶν αἰσθήσεων ἐνεργεῖν παρ' ἐκείνου λέγομεν γίνεσθαι, παρ' οὗ τὴν τοιαύτην ἐσχήκαμεν δύναμιν. οὕτως οὖν καὶ τοῦ ὀνομάζειν τὸν θεὸν τὸν ὄντα κατὰ τὴν φύσιν ὅπερ ἐστὶν ἡ μὲν αἰτία κατὰ τὸν κοινὸν λόγον εἰς αὐτὸν ἐκεῖνον τὴν ἀναφορὰν ἔχει, ἡ δὲ ἐξουσία τοῦ τὰ νοηθέντα πάντα τοι ῶσδε ἢ ὡς ἑτέρως κατονομάζειν ἐν τῇ φύσει κεῖται· ἣν εἴτε τις ἐπίνοιαν εἴτε ἄλλο τι βούλοιτο λέγειν, οὐ διοισόμεθα. 2.1.397 τεκμήριον δὲ τοῦ λόγου τοῦτο ποιούμεθα, τὸ μὴ παρὰ πᾶσιν ὁμοίως τὸ θεῖον κατονομάζεσθαι, ἀλλὰ κατὰ τὸ δοκοῦν ἑκάστοις τὸ νοηθὲν ἑρμηνεύεσθαι. οὐκοῦν πᾶσαν τὴν συρ φετώδη περὶ τῆς ἐπινοίας αὐτοῦ φλυαρίαν σιγήσαντες τῶν δογμάτων ἑξόμεθα, τοσοῦτον μόνον παρασημηνάμενοι ἔκ τινων τῶν κατὰ τὸ μέσον αὐτῷ τῆς κενοφωνίας παρεντε θέντων, ὅπου οἴεται τὸν θεὸν τοῖς πρωτοπλάστοις καθάπερ τινὰ παιδαγωγὸν ἢ γραμματιστὴν παρακαθήμενον ῥημάτων 2.1.398 τε καὶ ὀνομάτων ὑφηγεῖσθαι διδασκαλίαν· ἐν οἷς φησιν 2.1.398 20αὐτοὺς τοὺς πρώτους ὑπὸ τοῦ θεοῦ πλασθέν τας ἢ τοὺς προσεχῶς ἐξ ἐκείνων φύντας, εἰ μὴ ἐδιδάχθησαν ὡς ἕκαστα τῶν πραγμάτων λέ γεταί τε καὶ ὀνομάζεται, ἀλογίᾳ καὶ ἀφωνίᾳ συζῆν, καὶ οὐδὲν ἄν20, φησίν, 20τῶν βιωφελῶν κατε πράξαντο, ἀδήλου τῆς ἑκάστου διανοίας ὑπαρ χούσης δι' ἀπορίαν τῶν σημαινόντων, ῥημά 2.1.399 των δηλαδὴ καὶ ὀνομάτων20. τοσαύτη <ἡ> παρα φροσύνη τοῦ λογογράφου, ὡς μὴ ἐξαρκεῖν ἡγεῖσθαι τὴν ἐντεθεῖσαν τῇ φύσει παρὰ τοῦ θεοῦ δύναμιν πρὸς πᾶσαν μέθοδον λογικῆς ἐνεργείας, ἀλλ' εἰ μὴ τὰ καθ' ἕκαστον μάθοιεν, καθάπερ οἱ τὴν Ἑβραίων ἢ τὴν Ῥωμαίων φωνὴν διὰ λέξεων διδασκόμενοι, ἀγνοεῖν τὰ πράγματα ὅ τι ἐστί, μὴ τὸ πῦρ, μὴ τὸ ὕδωρ, μὴ τὸν ἀέρα, μὴ τὰ λοιπὰ τῶν ὄντων ἐπιγινώσκοντας, εἰ μὴ διὰ τῶν ἐπικειμένων αὐτοῖς 2.1.400 ὀνομάτων τὴν περὶ τούτων γνῶσιν ἐκτήσαντο. ἡμεῖς δέ φαμεν ὅτι ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας καὶ τὸ λογικὸν τοῦτο πλάσμα ζῳοπλαστήσας μόνῳ τῷ ἐφεῖναι τῇ φύσει 2.1.401 τὸν λόγον πᾶσαν τὴν δύναμιν τὴν λογικὴν ἐναπέθετο. καὶ ὥσπερ τὴν ἐν τοῖς αἰσθητηρίοις δύναμιν παρὰ τοῦ πλά σαντος τὸν ὀφθαλμὸν καὶ φυτεύσαντος τὴν ἀκοὴν ἐν τῇ φύσει ἔχοντες ἀφ' ἑαυτῶν πρὸς ὃ πέφυκε τῶν αἰσθητηρίων ἓν ἕκαστον, πρὸς τοῦτο κεχρήμεθα καὶ οὐ δεόμεθα οὔτε τοῦ τὰ χρώματα κατονομάσαντος, ὧν ἡ ὅρασις τὴν ἀντίληψιν ἔχει (ἀρκεῖ γὰρ ὁ ὀφθαλμὸς ἑαυτῷ γενέσθαι τῶν τοιούτων διδά σκαλος) οὔτε ὧν διὰ τῆς ἀκοῆς ἢ διὰ τῆς γεύσεως ἢ διὰ τῆς ἁφῆς αἰσθανόμεθα ἀλλοτρίων πρὸς τὴν γνῶσιν διδασκάλων δεόμεθα, οἴκοθεν ἔχοντες ἑκάστου τῶν κατ' αἴσθησιν ἐγγινο μένων ἡμῖν τὸ κριτήριον· οὕτω φαμὲν καὶ τὴν διανοητικὴν τῆς ψυχῆς δύναμιν τοιαύτην παρὰ τοῦ θεοῦ γενομένην ἀφ' ἑαυτῆς τὸ λοιπὸν κινεῖσθαι καὶ πρὸς τὰ πράγματα βλέπειν, καὶ ὡς ἂν μηδεμίαν σύγχυσιν ἡ γνῶσις πάθοι, καθάπερ σήμαντρά τινα τὰς διὰ τῶν φωνῶν ἐπισημειώσεις ἑκάστῳ 2.1.402 τῶν πραγμάτων ἐπιβάλλειν. πιστοῦται δὲ τὸ τοιοῦτον δόγμα καὶ ὁ μέγας Μωϋσῆς εἰπὼν παρὰ τοῦ Ἀδὰμ ἐπιτεθεῖσθαι τοῖς ἀλόγοις τῶν ζῴων τὰς ἐπωνυμίας, οὑτωσὶ γράψας τῷ ῥήματι· Καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ· καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. 2.1.403 Ἀλλ' ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέ κολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρα κατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι. πῶς γὰρ ἄν τις παραδράμοι τὴν σπουδαίαν ἐκείνην καὶ